On the Mysteries

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

οἵ τινες ὅρκους μεγάλους ὀμόσαντες οἴσετε τὴν ψῆφον περὶ ἐμοῦ, καὶ ἀρασάμενοι[*](ἀρασάμενοι A corr.: ἀράμενοι vel ἀσάμενοι A pr.) τὰς μεγίστας ἀρὰς ὑμῖν τε αὐτοῖς καὶ παισὶ τοῖς ὑμετέροις αὐτῶν, ἦ μὴν ψηφιεῖσθαι περὶ ἐμοῦ τὰ δίκαια, πρὸς δὲ τούτοις μεμύησθε καὶ ἑοράκατε τοῖν θεοῖν τὰ ἱερά, ἵνα τιμωρήσητε μὲν τοὺς ἀσεβοῦντας, σῴζητε δὲ τοὺς μηδὲν ἀδικοῦντας.

νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων[*](τῶν μηδὲν ἠδικηκότων Lipsius: τοὺς μηδὲν ἠδικηκότας codd.) ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι. ὥστʼ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπέρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ δὲ οὐδὲν ἡμάρτηταί μοι,

καὶ τοῦτο ὑμῖν ἀποδείκνυμι σαφῶς, δέομαι ὑμῶν αὐτὸ φανερὸν τοῖς Ἕλλησι πᾶσι ποιῆσαι, ὡς ἀδίκως εἰς τόνδε τὸν ἀγῶνα κατέστην. ἐὰν γὰρ μὴ μεταλάβῃ τὸ πεμπτὸν μέρος τῶν ψήφων καὶ ἀτιμωθῇ ὁ ἐνδείξας ἐμὲ Κηφίσιος οὑτοσί, οὐκ ἔξεστιν αὐτῷ εἰς τὸ ἱερὸν τοῖν θεοῖν εἰσιέναι, ἢ ἀποθανεῖται. εἰ οὖν ὑμῖν δοκῶ ἱκανῶς περὶ τούτων ἀπολελογῆσθαι, δηλώσατέ μοι, ἵνα προθυμότερον περὶ τῶν ἄλλων ἀπολογῶμαι.

περὶ δὲ τῶν ἀναθημάτων τῆς περικοπῆς καὶ τῆς μηνύσεως, ὥσπερ καὶ ὑπεσχόμην ὑμῖν, οὕτω καὶ ποιήσω· ἐξ ἀρχῆς γὰρ ὑμᾶς διδάξω ἅπαντα τὰ γεγενημένα. ἐπειδὴ Τεῦκρος ἦλθε Μεγαρόθεν, ἄδειαν εὑρόμενος μηνύει περί τε τῶν μυστηρίων ἃ ᾔδει καὶ ἐκ τῶν περικοψάντων τὰ ἀναθήματα ἀπογράφει[*](καὶ ἐκ τῶν . . . ἀπογράφει Lipsius: καὶ τῶν . . . καὶ ἀπογράφει Aldina, quem Bekker et Blass secuti sunt. ἐκ τῶν . . . καὶ ἀπογράφει codd.) δυοῖν δέοντας εἴκοσιν ἄνδρας. ἐπειδὴ δὲ οὗτοι ἀπεγράφησαν, οἱ μὲν αὐτῶν φεύγοντες ὤχοντο, οἱ δὲ συλληφθέντες ἀπέθανον κατὰ τὴν Τεύκρου μήνυσιν. καί μοι ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα.

Ὀνόματα.—Τεῦκρος ἐπὶ τοῖς Ἑρμαῖς ἐμήνυσεν Εὐκτήμονα, Γλαύκιππον, Εὐρύμαχον, Πολύευκτον, Πλάτωνα, Ἀντίδωρον, Χάριππον, Θεόδωρον, Ἀλκισθένη, Μενέστρατον, Ἐρυξίμαχον, Εὐφίλητον, Εὐρυδάμαντα, Φερεκλέα, Μέλητον, Τιμάνθη, Ἀρχίδαμον, Τελένικον.

τούτων τοίνυν τῶν ἀνδρῶν οἱ μὲν ἥκουσι καὶ εἰσὶν ἐνθάδε, τῶν δὲ ἀποθανόντων εἰσὶ πολλοὶ προσήκοντες· ὧν ὅστις βούλεται, ἐν τῷ ἐμῷ λόγῳ ἀναβάς με ἐλεγξάτω ἢ ὡς ἔφυγέ τις διʼ ἐμὲ τούτων τῶν ἀνδρῶν ἢ ὡς ἀπέθανεν.

ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς, ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλʼ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν[*](ἐπιζητεῖν A pr.: ἔτι ζητεῖν A corr.) καὶ μὴ παύσασθαι. καὶ ἡ πόλις οὕτω διέκειτο, ὥστʼ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον ὁ κῆρυξ ἀνείποι[*](ἀνείποι Bekker: ἀνείπη codd.) ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ ἡ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δʼ ἐκ τῆς ἀγορᾶς ἔφευγον,[*](ἔφευγον Baiter: ἔφυγον codd.) δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη.

ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει Διοκλείδης[*](Διοκλείδης Ald.: δίο καὶ δὶς codd.) εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικόψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς δʼ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ὦ ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκεσθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.

ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξὺ τοῦ κίονος καὶ τῆς στήλης ἐφʼ ᾗ ὁ στρατηγός ἐστιν ὁ χαλκοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα[*](Verba μὲν et μάλιστα ex Galeno xviii. A, p. 450 addidit Sluiter.) τριακοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας, τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ πρόσωπα τῶν πλείστων[*](τῶν πλείστων A corr.: τὰ πλεῖστα A pr.) γιγνώσκειν.

καὶ πρῶτον μέν, ὦ ἄνδρες, τοῦθʼ ὑπέθετο, δεινότατον πρᾶγμα, οἶμαι, ὅπως ἐν ἐκείνῳ εἴη ὅντινα βούλοιτο Ἀθηναίων φάναι τῶν ἀνδρῶν τούτων εἶναι, ὅντινα δὲ μὴ βούλοιτο, λέγειν ὅτι οὐκ ἦν. ἰδὼν δὲ ταῦτʼ ἔφη ἐπὶ Λαύρειον ἰέναι, καὶ τῇ ὑστεραίᾳ ἀκούειν ὅτι οἱ Ἑρμαῖ εἶεν περικεκομμένοι· γνῶναι οὖν εὐθὺς ὅτι τούτων εἴη τῶν ἀνδρῶν τὸ ἔργον.

ἥκων δὲ εἰς ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μήνυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἐν τῷ χαλκείῳ καθήμενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς[*](ἡμᾶς Ald.: ὑμᾶς codd.) ἐν ἐκείνῃ τῇ νυκτί· οὔκουν δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρʼ ἡμῶν, ὥσθʼ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν[*](Verba καὶ νῦν ἥκειν vix sana. καὶ συνήκειν Emperius.) κελεῦσαί οἱ εἰς τὴν Λεωγόρου οἰκίαν, ἵνʼ ἐκεῖ συγγένῃ μέτʼ ἐμοῦ Ἀνδοκίδῃ καὶ ἑτέροις οἷς δεῖ.