On the Mysteries

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

φέρε δὴ τοίνυν, εἰ καὶ ὁ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι καὶ δεῖσθαι ἀπιέναι ὅπου ἂν[*](ἂν del. Dobree.) ἔμελλεν αὐτὸς[*](αὐτὸς om. A pr.) σωθήσεσθαι ἐμέ τε οὐκ ἀπολεῖν;

ἀλλὰ γὰρ καὶ ὅτε Σπεύσιππον ἐδίωκεν ὁ πατὴρ τῶν παρανόμων, αὐτὰ ταῦτα ἔλεγεν, ὡς οὐδεπώποτε ἔλθοι[*](ἔλθοι apogr.: ἔλθη A.) εἰς Θημακὸν ὡς Φερεκλέα· ἐκέλευε δὲ βασανίσαι τὰ ἀνδράποδα, καὶ μὴ τοὺς μὲν παραδιδόντας μὴ ἐθέλειν ἐλέγχειν, τοὺς δὲ μὴ θέλοντας ἀναγκάζειν. ταῦτα δὲ λέγοντος τοῦ πατρὸς τοῦ ἐμοῦ, ὡς ἅπαντες ἴστε, τί ὑπελείπετο τῷ Σπευσίππῳ λέγειν, εἰ ἀληθῆ οἵδε λέγουσιν, ἀλλʼ ἢ ὦ Λεωγόρα, τί βούλῃ περὶ θεραπόντων λέγειν; οὐχ ὁ υἱὸς οὑτοσὶ μεμήνυκε κατὰ σοῦ, καί φησί σε παρεῖναι ἐν Θημακῷ; ἔλεγχε σὺ τὸν πατέρα, ἢ οὐκ ἔστι σοι ἄδεια. ταυτὶ ἔλεγεν ἂν ὁ Σπεύσιππος, ὦ ἄνδρες, ἢ οὔ; ἐγὼ μὲν οἶμαι.

εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢ[*](ἢ Reiske: ἡ codd.) ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου, ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερον[*](ἀνοσιώτερον καὶ ἀπιστότερον Reiske: ἀνοσιώτατον καὶ ἀπιστότατον codd.) οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν,

εἰ ἀληθῆ ἦν ταῦτα ἅ μου[*](μου Dobree: με codd.) κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς.

αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγον[*](ἔφυγον Blass: ἔφυγον codd.) καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων[*](φυγόντων Blass: φευγόντων codd.) ἐπὶ τοῖς[*](ἐπὶ τοῖς Reiske: ἐν τοῖς codd.) μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι.

ἐγὼ οὖν ἐν τῷ ἐμῷ λόγῳ δίδωμι τῷ βουλομένῳ ἐμὲ ἐλέγξαι[*](ἐλέγξαι A pr.: ἐξελέγξαι A corr.) ὅτι ἔφυγέ τις αὐτῶν διʼ ἐμὲ ἢ ἐμήνυσα κατά του,[*](κατά του Sluiter: κατʼ αὐτοῦ codd.) ἢ οὐχ ἕκαστοι ἔφυγον κατὰ τὰς μηνύσεις ταύτας ἃς ἐγὼ ὑμῖν ἀπέδειξα. καὶ ἐάν τις ἐλέγξῃ με ὅτι ψεύδομαι, χρήσασθέ μοι ὅ τι βούλεσθε. καὶ σιωπῶ, καὶ παραχωρῶ, εἴ τις ἀναβαίνειν βούλεται.

φέρε δή, ὦ ἄνδρες, μετὰ ταῦτα τί ἐγένετο; ἐπειδὴ αἱ μηνύσεις ἐγένοντο, περὶ τῶν μηνύτρων — ἦσαν γὰρ κατὰ τὸ Κλεωνύμου ψήφισμα χίλιαι δραχμαί, κατὰ δὲ τὸ Πεισάνδρου μύριαι — περὶ δὲ τούτων ἠμφεσβήτουν[*](ἠμφεσβήτουν Lipsius: ἡμφισβήτουν codd.) οὗτοί τε οἱ μηνύσαντες καὶ Πυθόνικος, φάσκων πρῶτος εἰσαγγεῖλαι, καὶ Ἀνδροκλῆς ὑπὲρ τῆς βουλῆς.

ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίω τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσεις[*](μηνύσεις vulg.: μυήδεις A pr.: μυνήδεις A corr.) ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι. καὶ ἐψηφίσαντο πρώτῳ μὲν Ἀνδρομάχῳ, δευτέρῳ δὲ Τεύκρῳ, καὶ ἔλαβον Παναθηναίων τῷ ἀγῶνι Ἀνδρόμαχος μὲν μυρίας δραχμάς, Τεῦκρος δὲ χιλίας. καὶ μοι κάλει τούτων τοὺς μάρτυρας.

Μάρτυρες

περὶ μὲν τῶν μυστηρίων, ὦ ἄνδρες, ὧν ἕνεκα ἡ ἔνδειξις ἐγένετο καὶ περὶ ὧν ὑμεῖς οἱ μεμυημένοι εἰσεληλύθατε, ἀποδέδεικταί μοι ὡς οὔτε ἠσέβηκα οὔτε μεμήνυκα[*](μεμήνυκα vulg.: μεμύηκα A pr.: μεμύνηκα A corr.) περὶ οὐδενὸς οὔτε ὡμολόγηκα περὶ αὐτῶν, οὐδὲ ἔστι μοι ἁμάρτημα περὶ τὼ θεὼ οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲ ἕν. ὅπερ ἐμοὶ περὶ πλείστου ἐστὶν ὑμᾶς πεῖσαι. καὶ γὰρ οἱ λόγοι τῶν κατηγόρων, οἳ[*](Locus vexatus. οἳ add. Blass: καὶ λόγους εἶπον del. Helbig: alii alia.) ταῦτα τὰ δεινὰ καὶ φρικώδη ἀνωρθίαζον, καὶ λόγους εἶπον ὡς πρότερον ἑτέρων ἁμαρτόντων καὶ ἀσεβησάντων περὶ τὼ θεώ, οἷα ἕκαστος αὐτῶν ἔπαθε καὶ ἐτιμωρήθη — τούτων οὖν ἐμοὶ τῶν λόγων ἢ τῶν ἔργων τί προσήκει;

ἐγὼ γὰρ πολὺ μᾶλλον ἐκείνων κατηγορῶ, καὶ διʼ αὐτὸ τοῦτό φημι δεῖν ἐκείνους μὲν ἀπολέσθαι, ὅτι ἠσέβησαν, ἐμὲ δὲ σῴζεσθαι, ὅτι οὐδὲν ἡμάρτηκα. ἤ δεινόν γʼ ἂν εἴη, εἰ ἐμοὶ ὀργίζοισθε ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ τὴν εἰς ἐμὲ διαβολὴν εἰδότες ὅτι ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν λέγεται, κρείττω τῆς ἀληθείας ἡγήσαισθε.[*](ἡγήσαισθε Reiske: ἡγήσεσθε codd.) δῆλον γὰρ ὅτι[*](δῆλον γὰρ ὅτι Naber: δηλονότι γὰρ codd.) τοῖς μὲν ἡμαρτηκόσι τὰ τοιαῦτα ἁμαρτήματα οὐκ ἔστιν ἀπολογία ὡς οὐκ ἐποίησαν· ἡ γὰρ βάσανος δεινὴ παρὰ τοῖς εἰδόσιν· ἐμοὶ δὲ ὁ ἔλεγχος ἥδιστος, ἐν οἷς ὑμῶν οὐδέν με δεῖ δεόμενον οὐδὲ παραιτούμενον σωθῆναι ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ, ἀλλʼ ἐλέγχοντα τοὺς τῶν κατηγόρων λόγους καὶ ὑμᾶς ἀναμιμνῄσκοντα[*](ἀναμιμνῄσκοντα Reiske: ἀναμιμνήσκω codd.) τὰ γεγενημένα,

οἵ τινες ὅρκους μεγάλους ὀμόσαντες οἴσετε τὴν ψῆφον περὶ ἐμοῦ, καὶ ἀρασάμενοι[*](ἀρασάμενοι A corr.: ἀράμενοι vel ἀσάμενοι A pr.) τὰς μεγίστας ἀρὰς ὑμῖν τε αὐτοῖς καὶ παισὶ τοῖς ὑμετέροις αὐτῶν, ἦ μὴν ψηφιεῖσθαι περὶ ἐμοῦ τὰ δίκαια, πρὸς δὲ τούτοις μεμύησθε καὶ ἑοράκατε τοῖν θεοῖν τὰ ἱερά, ἵνα τιμωρήσητε μὲν τοὺς ἀσεβοῦντας, σῴζητε δὲ τοὺς μηδὲν ἀδικοῦντας.

νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων[*](τῶν μηδὲν ἠδικηκότων Lipsius: τοὺς μηδὲν ἠδικηκότας codd.) ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι. ὥστʼ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπέρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ δὲ οὐδὲν ἡμάρτηταί μοι,

καὶ τοῦτο ὑμῖν ἀποδείκνυμι σαφῶς, δέομαι ὑμῶν αὐτὸ φανερὸν τοῖς Ἕλλησι πᾶσι ποιῆσαι, ὡς ἀδίκως εἰς τόνδε τὸν ἀγῶνα κατέστην. ἐὰν γὰρ μὴ μεταλάβῃ τὸ πεμπτὸν μέρος τῶν ψήφων καὶ ἀτιμωθῇ ὁ ἐνδείξας ἐμὲ Κηφίσιος οὑτοσί, οὐκ ἔξεστιν αὐτῷ εἰς τὸ ἱερὸν τοῖν θεοῖν εἰσιέναι, ἢ ἀποθανεῖται. εἰ οὖν ὑμῖν δοκῶ ἱκανῶς περὶ τούτων ἀπολελογῆσθαι, δηλώσατέ μοι, ἵνα προθυμότερον περὶ τῶν ἄλλων ἀπολογῶμαι.

περὶ δὲ τῶν ἀναθημάτων τῆς περικοπῆς καὶ τῆς μηνύσεως, ὥσπερ καὶ ὑπεσχόμην ὑμῖν, οὕτω καὶ ποιήσω· ἐξ ἀρχῆς γὰρ ὑμᾶς διδάξω ἅπαντα τὰ γεγενημένα. ἐπειδὴ Τεῦκρος ἦλθε Μεγαρόθεν, ἄδειαν εὑρόμενος μηνύει περί τε τῶν μυστηρίων ἃ ᾔδει καὶ ἐκ τῶν περικοψάντων τὰ ἀναθήματα ἀπογράφει[*](καὶ ἐκ τῶν . . . ἀπογράφει Lipsius: καὶ τῶν . . . καὶ ἀπογράφει Aldina, quem Bekker et Blass secuti sunt. ἐκ τῶν . . . καὶ ἀπογράφει codd.) δυοῖν δέοντας εἴκοσιν ἄνδρας. ἐπειδὴ δὲ οὗτοι ἀπεγράφησαν, οἱ μὲν αὐτῶν φεύγοντες ὤχοντο, οἱ δὲ συλληφθέντες ἀπέθανον κατὰ τὴν Τεύκρου μήνυσιν. καί μοι ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα.

Ὀνόματα.—Τεῦκρος ἐπὶ τοῖς Ἑρμαῖς ἐμήνυσεν Εὐκτήμονα, Γλαύκιππον, Εὐρύμαχον, Πολύευκτον, Πλάτωνα, Ἀντίδωρον, Χάριππον, Θεόδωρον, Ἀλκισθένη, Μενέστρατον, Ἐρυξίμαχον, Εὐφίλητον, Εὐρυδάμαντα, Φερεκλέα, Μέλητον, Τιμάνθη, Ἀρχίδαμον, Τελένικον.

τούτων τοίνυν τῶν ἀνδρῶν οἱ μὲν ἥκουσι καὶ εἰσὶν ἐνθάδε, τῶν δὲ ἀποθανόντων εἰσὶ πολλοὶ προσήκοντες· ὧν ὅστις βούλεται, ἐν τῷ ἐμῷ λόγῳ ἀναβάς με ἐλεγξάτω ἢ ὡς ἔφυγέ τις διʼ ἐμὲ τούτων τῶν ἀνδρῶν ἢ ὡς ἀπέθανεν.

ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς, ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλʼ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν[*](ἐπιζητεῖν A pr.: ἔτι ζητεῖν A corr.) καὶ μὴ παύσασθαι. καὶ ἡ πόλις οὕτω διέκειτο, ὥστʼ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον ὁ κῆρυξ ἀνείποι[*](ἀνείποι Bekker: ἀνείπη codd.) ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ ἡ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δʼ ἐκ τῆς ἀγορᾶς ἔφευγον,[*](ἔφευγον Baiter: ἔφυγον codd.) δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη.

ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει Διοκλείδης[*](Διοκλείδης Ald.: δίο καὶ δὶς codd.) εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικόψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς δʼ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ὦ ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκεσθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.

ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξὺ τοῦ κίονος καὶ τῆς στήλης ἐφʼ ᾗ ὁ στρατηγός ἐστιν ὁ χαλκοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα[*](Verba μὲν et μάλιστα ex Galeno xviii. A, p. 450 addidit Sluiter.) τριακοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας, τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ πρόσωπα τῶν πλείστων[*](τῶν πλείστων A corr.: τὰ πλεῖστα A pr.) γιγνώσκειν.

καὶ πρῶτον μέν, ὦ ἄνδρες, τοῦθʼ ὑπέθετο, δεινότατον πρᾶγμα, οἶμαι, ὅπως ἐν ἐκείνῳ εἴη ὅντινα βούλοιτο Ἀθηναίων φάναι τῶν ἀνδρῶν τούτων εἶναι, ὅντινα δὲ μὴ βούλοιτο, λέγειν ὅτι οὐκ ἦν. ἰδὼν δὲ ταῦτʼ ἔφη ἐπὶ Λαύρειον ἰέναι, καὶ τῇ ὑστεραίᾳ ἀκούειν ὅτι οἱ Ἑρμαῖ εἶεν περικεκομμένοι· γνῶναι οὖν εὐθὺς ὅτι τούτων εἴη τῶν ἀνδρῶν τὸ ἔργον.

ἥκων δὲ εἰς ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μήνυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἐν τῷ χαλκείῳ καθήμενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς[*](ἡμᾶς Ald.: ὑμᾶς codd.) ἐν ἐκείνῃ τῇ νυκτί· οὔκουν δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρʼ ἡμῶν, ὥσθʼ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν[*](Verba καὶ νῦν ἥκειν vix sana. καὶ συνήκειν Emperius.) κελεῦσαί οἱ εἰς τὴν Λεωγόρου οἰκίαν, ἵνʼ ἐκεῖ συγγένῃ μέτʼ ἐμοῦ Ἀνδοκίδῃ καὶ ἑτέροις οἷς δεῖ.