Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ.

ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι.

ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν

οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων·

σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδή σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἶς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τί‒ μαρχον νέοις κοινὰ ταῦτʼ εἶναι, οὐ τοῖς περὶ Gεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω.

ἀλλὰ Μελανώπῳ μὲν αὗθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἥν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἥν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους πολλάκις πολλοῖς ῆδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς.

εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.