Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς ʼʼΙλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἀφθονον ἔχειν, σιωπήσω· δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαἰ, δυναίμην ἂν ἀρκέσαι λέγων.

διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα.

ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ

Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη.

καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής.

λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν, ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι. ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται.

οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ

θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται.

ὡς δὲ οἴκαδε εἶσέρχομαι, καταλαμβάνω τὸν Κίμωνα, καὶ οἷα ἥν εἶκὸς ἐργάζομαι, καλῶν ἀνόσιον καὶ διʼ αὐτὸν ἀπολωλέναι λέγων ἡμᾶς. ὁ δὲ οὐδὲν διʼ αὐτὸ ἔδεισεν, οὐδὲ ᾐσχύνθη τοῖς πεπραγμένοις, ἀλλὰ μύθους ἐπεβάλλετο λέγειν μακρούς, τοὺς ἁπανταχόθι τροχῶν ἄξια εἰργασμένους καταριθμούμενος.

καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως.

καὶ περὶ Ἐπίδαμνον δʼ ὁμοίως πάλιν κατιὼν δὲ ἔφη μουσικὸν ὑπʼ εὐηθείας πεπεῖσθαι, ὅτι ρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς

γραὸς ἰδών. καὶ ἄλλως δʼ ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.

κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπʼ ἀπιστίας ἐγεγόνειν· ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, τοῦτʼ ἐκεῖνο ἔφην, καταπρήσοντες ἡμᾶς πάρεισι, καὶ διʼ ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τοὔμπροσθεν. εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὄν μηδεὶς ἄν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. τοιαῦτα μὲν παθὼν δεῖν σοι γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην· σὺ δὲ ἄν ἱκανῶς οἶμαι γελάσειαῇ.