Against Ctesiphon
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
συνέβη τε ἐν τοῖς αὐτοῖς χρόνοις διαφέρεσθαί τι Δημοσθένην καὶ Φιλοκράτην σχεδὸν ὑπὲρ τούτων ὑπὲρ ὧν καὶ ὑμεῖς ὑπωπτεύσατε·[*](ὑπωπτεύσατε the editor: αὐτοὺς ὑπωπτεύσατε διενεχθῆναι MSS.) τοιαύτης[*](τοιαύτης Taylor: τοιαύτης δὲ MSS. cp. § 149 and Aeschin. 2.157.) ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο, μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δʼ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι.
κατιδόντες δʼ αὐτὸν οἱ τῇ τῆς πόλεως προσπολεμοῦντες ἡσυχίᾳ, ἄσμενοι παρεκάλουν ἐπὶ τὸ βῆμα, τὸν μόνον ἀδωροδόκητον ὀνομάζοντες τῇ πόλει· ὁ δὲ παριὼν ἀρχὰς αὐτοῖς ἐνεδίδου πολέμου καὶ ταραχῆς. οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ πρῶτος ἐξευρὼν Σέρριον τεῖχος καὶ Δορίσκον καὶ Ἐργίσκην καὶ Μυρτίσκην καὶ Γάνος καὶ Γανιάδα,[*](Γανιάδα Franke [Harpocration]: Γανίδα MSS.) χωρία ὧν οὐδὲ τὰ ὀνόματα ᾔδεμεν πρότερον. καὶ εἰς τοῦτο φέρων περιέστησε τὰ πράγματα, ὥστʼ εἰ μὲν μὴ πέμποι πρέσβεις Φίλιππος, καταφρονεῖν αὐτὸν ἔφη τῆς πόλεως, εἰ δὲ πέμποι, κατασκόπους πέμπειν, ἀλλʼ οὐ πρέσβεις.
εἰ δὲ ἐπιτρέπειν ἐθέλοι πόλει τινὶ ἴσῃ καὶ ὁμοίᾳ περὶ τῶν ἐγκλημάτων, οὐκ εἶναι κριτὴν ἴσον ἡμῖν ἔφη καὶ Φιλίππῳ. Ἁλόννησον ἐδίδου· ὁ δʼ ἀπηγόρευε μὴ λαμβάνειν, εἰ δίδωσιν, ἀλλὰ μὴ ἀποδίδωσι, περὶ συλλαβῶν διαφερόμενος. καὶ τὸ τελευταῖον στεφανώσας τοὺς μετὰ Ἀριστοδήμου εἰς Θετταλίαν καὶ Μαγνησίαν παρὰ τὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας, τὴν μὲν εἰρήνην διέλυσε, τὴν δὲ συμφορὰν καὶ τὸν πόλεμον κατεσκεύασεν.
ναί, ἀλλὰ χαλκοῖς καὶ ἀδαμαντίνοις τείχεσιν, ὡς αὐτός φησι, τὴν χώραν ἡμῶν ἐτείχισε, τῇ τῶν Εὐβοέων καὶ Θηβαίων συμμαχίᾳ. ἀλλά, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ταῦτα καὶ μέγιστα ἠδίκησθε καὶ μάλιστα ἠγνοήκατε. σπεύδων δʼ εἰπεῖν περὶ τῆς θαυμαστῆς συμμαχίας τῆς τῶν Θηβαίων, ἵνʼ ἐφεξῆς λέγω, περὶ τῶν Εὐβοέων πρῶτον μνησθήσομαι.
ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ μεγάλα ἠδικημένοι ὑπὸ Μνησάρχου τοῦ Χαλκιδέως, τοῦ Καλλίου καὶ Ταυροσθένους πατρός, οὓς οὗτος νυνὶ μισθὸν λαβὼν Ἀθηναίους εἶναι τολμᾷ γράφειν, καὶ πάλιν ὑπὸ Θεμίσωνος τοῦ Ἐρετριέως, ὃς ἡμῶν εἰρήνης οὔσης Ὠρωπὸν ἀφείλετο, τούτων ἑκόντες ἐπιλαθόμενοι, ἐπειδὴ διέβησαν εἰς Εὔβοιαν Θηβαῖοι καταδουλώσασθαι τὰς πόλεις πειρώμενοι, ἐν πέντε ἡμέραις ἐβοηθήσατε αὐτοῖς καὶ ναυσὶ καὶ πεζῇ δυνάμει, καὶ πρὶν τριάκονθʼ ἡμέρας διελθεῖν ὑποσπόνδους Θηβαίους ἀφήκατε, κύριοι τῆς Εὖβοίας γενόμενοι, καὶ τάς τε πόλεις αὐτὰς καὶ τὰς πολιτείας ἀπέδοτε ὀρθῶς καὶ δικαίως τοῖς παρακαταθεμένοις, οὐχ ἡγούμενοι δίκαιον εἶναι τὴν ὀργὴν ἀπομνημονεύειν ἐν τῷ πιστευθῆναι.
καὶ τηλικαῦθʼ ὑφʼ ὑμῶν εὖ πεπονθότες οἱ Χαλκιδεῖς οὐ τὰς ὁμοίας ὑμῖν ἀπέδοσαν,[*]( ἀπέδοσαν Cobet: ἀπέδοσαν χάριτας MSS.) ἀλλʼ ἐπειδὴ[*]( ἐπειδὴ Sauppe: ἐπειδὴ τάχιστα MSS.) διέβητε εἰς Εὔβοιαν Πλουτάρχῳ βοηθήσοντες, τοὺς μὲν πρώτους χρόνους ἀλλʼ οὖν προσεποιοῦνθʼ ὑμῖν εἶναι φίλοι, ἐπειδὴ δὲ τάχιστα εἰς Ταμύνας παρήλθομεν, καὶ τὸ Κοτύλαιον ὀνομαζόμενον ὄρος ὑπερεβάλομεν, ἐνταῦθα Καλλίας ὁ Χαλκιδεύς, ὃν Δημοσθένης μισθαρνῶν ἐνεκωμίαζεν,
ὁρῶν τὸ στρατόπεδον τὸ τῆς πόλεως εἰς δεινὰς δυσχωρίας κατακεκλῃμένον, ὅθεν μὴ νικήσασι μάχην οὐκ ἦν ἀναχώρησις, οὐδὲ[*]( οὐδὲ Bekker: οὔτε MSS.) βοηθείας ἐλπὶς οὔτʼ ἐκ γῆς οὔτʼ ἐκ θαλάττης, συναγείρας ἐξ ἁπάσης τῆς Εὐβοίας στρατόπεδον, καὶ παρὰ Φιλίππου δύναμιν προσμεταπεμψάμενος, ὅ τʼ ἀδελφὸς αὐτοῦ Ταυροσθένης, ὁ νυνὶ πάντας δεξιούμενος καὶ προσγελῶν, τοὺς Φωκικοὺς ξένους διαβιβάσας, ἦλθον ἐφʼ ἡμᾶς ὡς ἀναιρήσοντες.
καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθʼ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν· οὐ γὰρ τὸ δυστυχῆσαι κατὰ πόλεμον μέγιστόν ἐστι κακόν, ἀλλʼ ὅταν τις πρὸς ἀνταγωνιστὰς ἀναξίους[*](ἀναξίους Weidner: ἑαυτοῦ ἀναξίους or ἀναξίους αὑτοῦ MSS.) διακινδυνεύων ἀποτύχῃ, διπλασίαν εἰκὸς εἶναι τὴν συμφοράν.
ἀλλʼ ὅμως ὑμεῖς τοιαῦτα πεπονθότες πάλιν διελύσασθε πρὸς αὐτούς. τυχὼν δὲ συγγνώμης παρʼ ὑμῶν Καλλίας ὁ Χαλκιδεύς,
μικρὸν διαλιπὼν χρόνον πάλιν ἧκε φερόμενος εἰς τὴν ἑαυτοῦ φύσιν, Εὐβοϊκὸν μὲν τῷ λόγῳ συνέδριον εἰς Χαλκίδα συνάγων, ἰσχυρὰν δὲ τὴν Εὔβοιαν ἐφʼ ὑμᾶς ἔργῳ κατασκευάζων,[*](κατασκευάζων Blass: παρασκευάζων MSS.) ἐξαίρετον δʼ αὑτῷ τυραννίδα περιποιούμενος. κἀνταῦθα ἐλπίζων συναγωνιστὴν Φίλιππον λήψεσθαι, ἀπῆλθεν εἰς Μακεδονίαν καὶ περιῄει μετὰ Φιλίππου, καὶ τῶν ἑταίρων εἷς ὠνομάζετο.
ἀδικήσας δὲ Φίλιππον κἀκεῖθεν ἀποδράς, ὑπέβαλεν ἑαυτὸν φέρων Θηβαίοις. καταλιπὼν[*](καταλιπὼν Franke: ἐγκαταλιπὼν MSS.) δὲ κἀκείνους, καὶ πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου, παρʼ ὃν ὤκει, εἰς μέσον πίπτει τῆς τε Θηβαίων ἔχθρας καὶ τῆς Φιλίππου. ἀπορῶν δʼ ὅ τι χρήσαιτο αὑτῷ, καὶ παραγγελλομένης ἐπʼ αὐτὸν ἤδη στρατείας,[*](στρατείας Stephanus: στρατιᾶς MSS.) μίαν ἐλπίδα λοιπὴν κατεῖδε σωτηρίας, ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν, εἴ τις ἐπʼ αὐτὸν ἴοι· ὃ πρόδηλον ἦν ἐσόμενον, εἰ μὴ ὑμεῖς κωλύσετε.
ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δʼ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δʼ ἦν ἃ ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας· οὐδὲν γὰρ ἦν τὸ μέσον, εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων ὁ δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἐκ Χαλκίδος, ἢ τεθνάναι ἐγκαταληφθέντι· τηλικαῦται δυνάμεις ἐπʼ αὐτὸν ἐπεστράτευον, ἥ τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δʼ ἧκον οἱ μισθοὶ τῷ γράψοντι[*]( γράψοντι Scheibe: γράψαντι MSS.) τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις.
καὶ τούτων τῶν προαιρέσεων οὐδεμιᾶς ἀπέτυχε Καλλίας, ἀλλʼ ὁ μισοτύραννος Δημοσθένης, ὡς αὐτὸς προσποιεῖται, ὅν φησι Κτησιφῶν τὰ βέλτιστα λέγειν, ἀπέδοτο μὲν τοὺς καιροὺς τοὺς τῆς πόλεως, ἔθαψε δʼ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαγκιδεῦσι, ῥῆμα μόνον ἀντικαταλλαξάμενος ἀντὶ τούτων, εὐφημίας ἕνεκα προσγράψας καὶ Χαλκιδέας βοηθεῖν, ἐάν τις ἴῃ ἐπʼ Ἀθηναίους·
τὰς δὲ συνεδρίας καὶ τὰς συντάξεις, ἐξ ὧν ἰσχύσειν ὁ πόλεμος ἔμελλεν, ἄρδην ἀπέδοτο, καλλίστοις ὀνόμασιν αἰσχίστας πράξεις γράφων, καὶ τῷ λόγῳ προσβιβάζων ὑμᾶς, τὰς μὲν βοηθείας ὡς δεῖ τὴν πόλιν πρότερον ποιεῖσθαι τοῖς ἀεὶ δεομένοις τῶν Ἑλλήνων, τὰς δὲ συμμαχίας ὑστέρας μετὰ τὰς εὐεργεσίας. ἵνα δʼ εὖ εἰδῆτε ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν Καλλία γραφεῖσαν[*]( Καλλίᾳ γραφεῖσαν Blass: Καλλίου γραφὴν καὶ τὴν MSS.) συμμαχίαν. ἀνάγνωθι τὸ ψήφισμα.
Ψήφισμα
οὔπω τοίνυν τοῦτʼ ἐστὶ δεινόν, εἰ καιροὶ τηλικοῦτοι πεπραμένοι τυγχάνουσιν καὶ συνεδρίαι καὶ συντάξεις, ἀλλὰ πολὺ τούτου δεινότερον φανήσεται ὃ μέλλω λέγειν. εἰς γὰρ τοῦτο προήχθη Καλλίας μὲν[*]( Καλλίας μὲν Hamaker: Καλλίας μὲν ὁ Χαλκιδεὺς MSS.) ὕβρεως καὶ πλεονεξίας, Δημοσθένης δέ, ὃν ἐπαινεῖ Κτησιφῶν, δωροδοκίας, ὥστε τὰς ἐξ Ὠρεοῦ συντάξεις καὶ τὰς ἐξ Ἐρετρίας, τὰ δέκα τάλαντα, ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι, καὶ τοὺς ἐκ τῶν πόλεων τούτων συνέδρους παρʼ ὑμῶν μὲν ἀνέστησαν, πάλιν δὲ εἰς Χαλκίδα καὶ τὸ καλούμενον Εὐβοϊκὸν συνέδριον συνήγαγον. ὃν δὲ τρόπον καὶ διʼ οἵων κακουργημάτων, ταῦτʼ ἤδη ἄξιόν ἐστιν ἀκοῦσαι.
ἀφικνεῖται γὰρ πρὸς ὑμᾶς οὐκέτι διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ὁ Καλλίας, καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν λόγους διεξῆλθε κατεσκευασμένους ὑπὸ Δημοσθένους. εἶπε γὰρ ὡς ἥκοι ἐκ Πελοποννήσου νεωστὶ σύνταγμα συντάξας εἰς ἑκατὸν ταλάντων πρόσοδον ἐπὶ Φίλιππον, καὶ διελογίζετο ὅσον ἑκάστους ἔδει συντελεῖν, Ἀχαιοὺς μὲν πάντας καὶ Μεγαρέας ἑξήκοντα τάλαντα, τὰς δʼ ἐν Εὐβοία πόλεις ἁπάσας τετταράκοντα·
ἐκ δὲ τούτων τῶν χρημάτων ὑπάρξειν καὶ ναυτικὴν καὶ πεζὴν δύναμιν· εἶναι δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλλήνων οὓς βούλεσθαι κοινωνεῖν τῆς συντάξεως, ὥστε οὔτε χρημάτων οὔτε στρατιωτῶν ἀπορίαν ἔσεσθαι. καὶ ταῦτα μὲν τὰ φανερά· ἔφη δὲ καὶ πράξεις πράττειν ἑτέρας διʼ ἀπορρήτων, καὶ τούτων εἶναί τινας μάρτυρας τῶν ἡμετέρων πολιτῶν, καὶ τελευτῶν ὀνομαστὶ παρεκάλει Δημοσθένην καὶ συνειπεῖν ἠξίου.
ὁ δὲ σεμνῶς πάνυ παρελθών, τόν τε Καλλίαν ὑπερεπῄνει, τό τε ἀπόρρητον προσεποιήσατο εἰδέναι· τὴν δʼ ἐκ Πελοποννήσου πρεσβείαν ἣν ἐπρέσβευσε, καὶ τὴν ἐξ Ἀκαρνανίας ἔφη βούλεσθαι ὑμῖν ἀπαγγεῖλαι. ἦν δʼ αὐτῷ κεφάλαιον τῶν λόγων, πάντας μὲν Πελοποννησίους ἐπὶ Φίλιππον ὑφʼ ἑαυτοῦ, εἶναι δὲ τὸ σύνταγμα χρημάτων μὲν εἰς ἑκατὸν νεῶν ταχυναυτουσῶν πληρώματα καὶ εἰς πεζοὺς στρατιώτας μυρίους καὶ ἱππέας χιλίους,
ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον ἢ δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους· δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν· πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλʼ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός· εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφʼ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναξε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος[*](ἅνθρωπος Markland: ἄνθρωπος or ἀνθρώπων MSS.) ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.
οἱ μὲν γὰρ ἄλλοι ἀλαζόνες, ὅταν τι ψεύδωνται, ἀόριστα καὶ ἀσαφῆ πειρῶνται λέγειν, φοβούμενοι τὸν ἔλεγχον· Δημοσθένης δʼ ὅταν ἀλαζονεύηται, πρῶτον μὲν μεθʼ ὅρκου ψεύδεται, ἐξώλειαν ἐπαρώμενος ἑαυτῷ, δεύτερον δέ, ἃ εὖ οἶδεν οὐδέποτε ἐσόμενα, τολμᾷ λέγειν εἰς ὁπότʼ ἔσται, καὶ ὧν τὰ σώματα οὐχ ἑώρακε, τούτων τὰ ὀνόματα λέγει, κλέπτων τὴν ἀκρόασιν καὶ μιμούμενος τοὺς τἀληθῆ λέγοντας. διὸ καὶ σφόδρα ἄξιός ἐστι μισεῖσθαι, ὅτι πονηρὸς ὢν καὶ τὰ τῶν χρηστῶν σημεῖα διαφθείρει.
ταῦτα δʼ εἰπὼν δίδωσιν ἀναγνῶναι ψήφισμα τῷ γραμματεῖ μακρότερον μὲν τῆς Ἰλιάδος, κενότερον δὲ τῶν λόγων οὓς εἴωθε λέγειν, καὶ τοῦ βίου ὃν βεβίωκε, μεστὸν δʼ ἐλπίδων οὐκ ἐσομένων καὶ στρατοπέδων οὐδέποτε συλλεγησομένων. ἀπαγαγὼν δʼ ὑμᾶς ἄπωθεν ἀπὸ τοῦ κλέμματος καὶ ἀνακρεμάσας ἀπὸ τῶν ἐλπίδων, ἐνταῦθʼ ἤδη συστρέψας γράφει,[*](γράφει Franke: after γράφει the MSS. have κελεύων or καὶ κελεύει. ) ἑλέσθαι πρέσβεις εἰς Ἐρέτριαν, οἵτινες δεήσονται τῶν Ἐρετριέων, πάνυ γὰρ ἔδει δεηθῆναι, μηκέτι διδόναι τὴν σύνταξιν ὑμῖν, τὰ πέντε τάλαντα, ἀλλὰ Καλλίᾳ, καὶ πάλιν ἑτέρους[*](ἑτέρους Franke: after ἑτέρους the MSS. have αἱρήσεται or αἱρεῖσθαι. ) εἰς Ὠρεόν,[*](Ὠρεόν Franke: Ὠρεὸν πρὸς τοὺς Ὠρείτας πρέσβεις MSS.) οἵτινες δεήσονται τὸν αὐτὸν Ἀθηναίοις καὶ φίλον καὶ ἐχθρὸν νομίζειν.[*](νομίζειν Taylor: νομίζειν εἶναι MSS.)