On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

ἢ μέγα φρονεῖς, ἔφη, ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις; οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας, ἐξ ὧν οὐκ εἰρήνη γένοιτʼ ἂν ἐκ πολέμου, ἀλλʼ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος. ἀρχομένου δʼ ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται.[*]( ὑπηρέται Blass: ὑπηρέται οἱ τοῦ φιλίππου MSS.)

ὡς δʼ εἰσήλθομεν καὶ ἐκαθεζόμεθα, ἐξ ἀρχῆς πρὸς ἕκαστον τῶν εἰρημένων ἐνεχείρει τι λέγειν ὁ Φίλιππος, πλείστην δὲ εἰκότως ἐποιήσατο διατριβὴν πρὸς τοὺς ἐμοὺς λόγους· ἴσως γὰρ οὐδὲν τῶν ἐνόντων εἰπεῖν, ὥς γε οἶμαι, παρέλιπον· καὶ πολλάκις μου τοὔνομα ἐν τοῖς λόγοις ὠνόμαζε· πρὸς δὲ Δημοσθένην τὸν οὕτω καταγελάστως ἀπαλλάξαντα οὐδʼ ὑπὲρ ἑνὸς οἶμαι διελέχθη. τοῦτο δὲ ἦν ἄρα ἀγχόνη καὶ λύπη τούτῳ.

ἐπειδὴ δὲ κατέστρεψεν εἰς φιλανθρωπίαν τοὺς λόγους, καὶ τὸ συκοφάντημα ὃ προειρήκει κατʼ ἐμοῦ πρὸς τοὺς συμπρέσβεις οὗτος, ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου, διέπιπτεν αὐτῷ, ἐνταῦθα ἤδη καὶ παντελῶς ἐξιστάμενος αὑτοῦ καταφανὴς ἦν, ὥστε καὶ κληθέντων ἡμῶν ἐπὶ ξένια δεινῶς ἀσχημονεῖν.

ἀφορμώντων δʼ ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως ὡς[*]( ὡς Cobet: καὶ MSS.) φιλανθρώπως πρὸς ἕκαστον διελέγετο. ὅ τι μὲν οὖν ποτʼ ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον· νυνὶ δʼ ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.