On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
καὶ μετὰ ταῦτα ἤδη δέησιν ἰσχυρὰν ἐποιεῖτο καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῆς ἀρχῆς καὶ ὅλως ὑπὲρ τῆς σωτηρίας. ἀκούσας δὲ ταῦτα Ἰφικράτης ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας, καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.
καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου,[*]( ἡγουμένου Baiter: ἡγουμένου Ἀθηναίων or Ἀθηναίων ἡγουμένου MSS.) ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ διʼ ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατʼ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ[*]( τοῦ . . . πόλιν Blass: τοῦ after πόλιν MSS.) πρὸς τὴν πόλιν πολέμου.
καὶ πάντων ὧν εἴποιμι μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλʼ ἐφʼ ἡμῶν γεγενημένα, καὶ[*]( καὶ added by Franke.) τούτων ἐπεμνήσθην.
συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας ὁ Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθʼ αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρειχόμην.