On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
οὐκ ἤρεσκέ τισι τῶν ῥητόρων ἡ εἰρήνη· ἔπειτα οὐ τότε ἀντιλέγειν αὐτοὺς ἐχρῆν, ἀλλὰ μὴ νῦν ἐμὲ κρίνειν; ἐπλούτουν τινὲς ἐκ τοῦ πολέμου, ἀπὸ τῶν ὑμετέρων εἰσφορῶν καὶ τῶν δημοσίων προσόδων, νῦν δὲ πέπαυνται· εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει· ἔπειτα οἱ μὲν οὐκ ἀδικούμενοι, ἀλλʼ ἀδικοῦντες τὴν πόλιν, τιμωρήσονται τὸν προστάντα τῆς εἰρήνης, οἱ ὠφελούμενοι τοὺς χρησίμους εἰς τὰ κοινὰ γενομένους[*]( γενομένους Markland: γινομένους MSS.) ἐγκαταλείψετε;
συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν ὁ κατήγορος. καὶ ποίῳ δύναιτʼ ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ τὰ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δʼ οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους ἢ διακόσιοι. ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης, οὔτʼ αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.
καὶ τῷ[*]( τῷ Cobet: τῷ γε MSS.) δῆλος ἦ, εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλʼ οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις[*]( ἀνηλεής τις Dobree: ἀνηλέητος or ἀνηλέητός τις MSS.) εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;
ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν[*]( πεπρέσβευκα . . . παρακαλῶν Hamaker: πεπρεσβευκὼς . . . παρεκάλουν MSS.) ἐπʼ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.
τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί;[*]( τί Hamaker: τί χρὴ λέγειν MSS.) οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς χρὴ θεωρεῖν; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις; ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.
εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρʼ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτʼ ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.
ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύʼ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας[*]( ἄρχοντας Bekker: συνάρχοντας MSS.) ἡμῶν μάρτυρας παρέξομαι·
πρώτην δʼ ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην, ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐξῆλθον,
καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδʼ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ[*]( δευρὶ Sauppe: δευρὶ καὶ MSS.) περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.
ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν[*]( ἂν Blass: ἂν μὴ MSS.) τούτοις συνδοκῇ, ἀλλʼ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.
Ψήφισμα. Μαρτυρίαι
ἀγγείλας τοίνυν πρῶτος τὴν τῆς πόλεως νίκην ὑμῖν καὶ τὴν τῶν παίδων τῶν ὑμετέρων κατόρθωσιν, πρώτην ταύτην ὑμᾶς ἀπαιτῶ χάριν, τὴν τοῦ σώματος σωτηρίαν, οὐ μισόδημος ὤν, ὥς φησιν ὁ κατήγορος, ἀλλὰ μισοπόνηρος, οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ[*]( ὑμᾶς οὐκ Reiske: the MSS. have οὔ. οὐκ or οῦ οὐκ or ὑμᾶς.) ἐῶν προγόνους μιμεῖσθαι, οὐ γὰρ εἰσίν, ἀλλὰ τῶν καλῶν καὶ τῇ πόλει σωτηρίων βουλευμάτων ζηλωτὰς εἶναι παρακαλῶν. νῦν δʼ αὐτὰ πόρρωθεν ἀρξάμενος μικρῷ δίειμι σαφέστερον.
πρότερον ἡ πόλις ἡμῶν εὐδόξησε μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν,[*]( ναυμαχίαν Cobet: ναυμαχίαν πρὸς τὸν Πέρσην MSS. cp. ii. 74.) καὶ τῶν τειχῶν ὑπὸ τῶν βαρβάρων πεπτωκότων, εἰρήνης δʼ ὑπαρχούσης πρὸς Λακεδαιμονίους, διέμεινεν ἡμῖν τὸ τῆς δημοκρατίας πολίτευμα. συνταραχθέντες δὲ ὑπό τινων, καὶ καταστάντες πρὸς Λακεδαιμονίους εἰς πόλεμον, πολλὰ καὶ παθόντες κακὰ καὶ ποιήσαντες, Μιλτιάδου τοῦ Κίμωνος προκηρυκευσαμένου πρὸς Λακεδαιμονίους, ὄντος προξένου, σπονδὰς[*]( σπονδὰς Hamaker: σπονδὰς τοῦ πολέμου MSS.) πεντηκονταετεῖς ἐποιησάμεθα, ἐχρησάμεθα δὲ ἔτη τριακαίδεκα.
ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐτειχίσαμεν μὲν[*]( μὲν added by Bekker.) τὸν Πειραιᾶ καὶ τὸ βόρειον τεῖχος ᾠκοδομήσαμεν, ἑκατὸν δὲ τριήρεις πρὸς ταῖς ὑπαρχούσαις ἐναυπηγησάμεθα, τριακοσίους δʼ ἱππέας προσκατεσκευασάμεθα, καὶ τριακοσίους Σκύθας ἐπριάμεθα, καὶ τὴν δημοκρατίαν βεβαίως εἴχομεν.
Παρεμπεσόντων δʼ εἰς τὴν πολιτείαν ἡμῶν οὐκ ἐλευθέρων ἀνθρώπων καὶ τοῖς τρόποις οὐ μετρίων, πάλιν πρὸς Λακεδαιμονίους διʼ[*]( Λακεδαιμονίους διʼ added by Weidner.) Αἰγινήτας εἰς πόλεμον κατέστημεν,
κἀνταῦθα οὐκ ὀλίγα βλαβέντες, τῆς μὲν εἰρήνης ἐπεθυμήσαμεν, Ἀνδοκίδην δʼ ἐκπέμψαντες πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς συμπρέσβεις, εἰρήνην ἔτη τριάκοντα ἠγάγομεν, ἣ τὸν δῆμον ὑψηλὸν ἦρεν· χίλια μὲν γὰρ τάλαντα ἀνηνέγκαμεν νομίσματος εἰς τὴν ἀκρόπολιν, ἑκατὸν δὲ τριήρεις ἑτέρας ἐναυπηγησάμεθα καὶ νεωσοίκους ᾠκοδομήσαμεν, χιλίους δὲ καὶ διακοσίους ἱππέας κατεστήσαμεν καὶ τοξότας ἑτέρους τοσούτους, καὶ τὸ μακρὸν τεῖχος τὸ νότιον ἐτειχίσθη, καὶ τὸν δῆμον οὐδεὶς ἐνεχείρησε καταλῦσαι.
πάλιν δὲ εἰς πόλεμον διὰ Μεγαρέας πεισθέντες καταστῆναι, καὶ τὴν χώραν τμηθῆναι[*]( τμηθῆναι Blass, from Andoc. iii. 8: νεμηθῆναι MSS.) προέμενοι καὶ πολλῶν ἀγαθῶν στερηθέντες, εἰρήνης ἐδεήθημεν, καὶ ἐποιησάμεθα διὰ Νικίου τοῦ Νικηράτου. καὶ πάλιν ἐν τῷ χρόνῳ τούτῳ ἑπτακισχίλια τάλαντα ἀνηνέγκαμεν εἰς τὴν ἀκρόπολιν διὰ τὴν εἰρήνην ταύτην, τριήρεις δʼ ἐκτησάμεθα πλωίμους καὶ ἐντελεῖς οὐκ ἐλάττους ἢ τριακοσίας, φόρος δʼ ἡμῖν κατʼ ἐνιαυτὸν προσῄει πλέον ἢ χίλια καὶ διακόσια τάλαντα, καὶ Χερρόνησον καὶ Νάξον καὶ Εὔβοιαν εἴχομεν, πλείστας δʼ ἀποικίας ἐν τοῖς χρόνοις τούτοις ἀπεστείλαμεν.
καὶ τοσαῦτʼ ἔχοντες τἀγαθά, πάλιν πόλεμον[*]( πόλεμον Markland: πολεμον διʼ Ἀργείους MSS.) πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπʼ Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλʼ ἐκ προσταγμάτων ἠναγκασμένοι. πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι,
κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δʼ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους[*]( κινδύνους Baiter and Sauppe: the MSS. have ἡμῶν before κινδύνους or after πόλιν.) τὴν πόλιν καθιστᾶσι, τὸ[*]( τὸ Bekker · καὶ τὸ MSS .) μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
οὗτοι νῦν ἐπʼ ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δʼ αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. ἐμὲ δʼ οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλʼ ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης· καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι. τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. δέκατος δʼ αὐτὸς πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι.
κἀμοὶ[*]( κἀμοὶ Hamaker · κἀμοὶ μὲν οἱ MSS .) συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ παιδία καὶ τοὺς μὲν[*]( τοὺς μὲν Blass: the MSS. have μὲν after μικρὰ or after ταυτὶ ( one MS. omits).) κινδύνους οὔπω συνιέντα, ἐλεινὰ δέ, εἴ τι συμβήσεται ἡμῖν παθεῖν. ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν[*]( πρόνοιαν Blass ( Aldus): the MSS. have ὑμᾶς, ἡμῖν, or ἡμῶν before πρόνοιαν, or ἡυῶν after ποόνοιαν.) ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδʼ ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι.
παρακαλῶ δὲ καὶ ἱκετεύω σῶαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δʼ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα,