On the Embassy
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
ἐπειδὴ δὲ ἐπανῆκε δεῦρʼ ἀπὸ τῆς πρεσβείας ὁ Κτησιφῶν, ἀπήγγειλε πρὸς ὑμᾶς ὑπὲρ ὧν ἐπέμφθη, καὶ πρὸς τούτοις, ὅτι φαίη Φίλιππος ἄκων μὲν πολεμῆσαι πρὸς ὑμᾶς, βούλεσθαι δὲ καὶ νῦν ἀπαλλαγῆναι τοῦ πολέμου. εἰπόντος δὲ ταῦτα τοῦ Κτησιφῶντος, καὶ πολλήν τινα ἐξαγγείλαντος πρὸς τούτοις φιλανθρωπίαν, καὶ τοῦ δήμου σφόδρα ἀποδεξαμένου καὶ τὸν Κτησιφῶντα ἐπαινέσαντος, ἀντειπόντος δʼ οὐδενός, ἐνταῦθα ἤδη δίδωσι ψήφισμα Φιλοκράτης ὁ Ἁγνούσιος, καὶ ὁ δῆμος ἅπας ὁμογνωμονῶν ἐχειροτόνησεν, ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα[*]( κήρυκα Bekker: κήρυκας MSS.) καὶ πρέσβεις πέμπειν ὑπὲρ εἰρήνης. πρότερον μὲν γὰρ καὶ αὐτὸ τοῦτʼ ἐκωλύετο ὑπό τινων, οἷς ἦν τοῦτʼ ἐπιμελές, ὡς αὐτὸ τὸ πρᾶγμα ἔδειξεν.
γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι, καὶ τίμημα ἑκατὸν τάλαντα. καὶ μετὰ ταῦτʼ εἰσῄει ἡ γραφὴ εἰς τὸ δικαστήριον, ἀρρώστως δʼ ἔχων ὁ Φιλοκράτης ἐκάλεσεν αὑτῷ συνήγορον Δημοσθένην, ἀλλʼ οὐκ ἐμέ. παρελθὼν δʼ ὁ μισοφίλιππος Δημοσθένης, κατέτριψε τὴν ἡμέραν ἀπολογούμενος· καὶ τὸ τελευταῖον ἀποφεύγει φεύγει Φιλοκράτης, ὁ δὲ γραψάμενος τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαμβάνει. καὶ ταῦθʼ ὑμεῖς ἅπαντες ἴστε.
ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος ὁ Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δʼ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλʼ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.
ὡς δʼ ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλʼ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων,[*]( λύτρων Dobree: λύτρων γενόμενος αἰχμάλωτος MSS.) ἐνταῦθʼ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.