On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

Ἐπιστολή

ἀκούετε, ὦ ἄνδρες, ὅτι τοὺς ὅρκους ἀποδέδωκα, φησί, τοῖς ὑμετέροις πρέσβεσι, καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ;

ἀλλʼ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος[*]( οὗτος Blass: οὐτοσὶ MSS.) δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν.[*](φροντίζειν Dobree: φροντίζει MSS.) τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.

ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δʼ ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε· κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δʼ ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα.

τρίτον δʼ αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δʼ ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον πρὶν τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νικαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια.