On the Embassy

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί μου μετʼ εὐνοίας ἀκοῦσαι λέγοντος, ὑπολογιζομένους τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν πρὸς ἂς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας καὶ τὰς κατασκευὰς τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε παρακελεύσασθαι πρὸς ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν.

καὶ ταῦτʼ εἶπεν οὐ διʼ ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδʼ οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα· οὐ γὰρ πρότερον ἡ κατηγορία παρὰ τοῖς ἀκούουσιν ἰσχύει, πρὶν ἂν ὁ φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι.

ἀλλʼ οἶμαι Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδʼ οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται. καὶ κατηγόρηκε δωροδοκίας, ἀπίθανος ὢν πρὸς τὴν ὑποψίαν ταύτην· τὸν γὰρ ἐπὶ ταῖς δωροδοκίαις προτρεπόμενον[*]( Weidner omits τοὺς δικαστὰς, which the MSS. have before or after προτρεπόμενον.) ὀργίζεσθαι, αὐτὸν χρὴ τῶν τοιούτων ἔργων ἀπέχεσθαι.[*]( Most MSS. add πολύ, but in varying position.)

ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθʼ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτʼ ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτʼ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι, μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις· ἐξέστην δʼ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθʼ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει· ἥσθην δέ, ὅτʼ αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω.