Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς τὴν κρίσιν ταύτην ποιήσασθε. πρῶτον μὲν μηδὲν ὑμῖν ἔστω πιστότερον ὧν αὐτοὶ σύνιστε καὶ πέπεισθε περὶ Τιμάρχου τουτουί,[*]( τουτουί Bake: τούτου MSS) ἔπειτα τὸ πρᾶγμα θεωρεῖτε μὴ ἐκ τοῦ παρόντος, ἀλλʼ ἐκ τοῦ παρεληλυθότος χρόνου. οἱ μὲν γὰρ ἐν τῷ παρεληλυθότι χρόνῳ λόγοι λεγόμενοι περὶ Τιμάρχου καὶ τῶν τούτου ἐπιτηδευμάτων διὰ τὴν ἀλήθειαν ἐλέγοντο, οἱ δʼ ἐν τῇδε τῇ ἡμέρᾳ ῥηθησόμενοι διὰ τὴν κρίσιν τῆς ὑμετέρας ἀπάτης ἕνεκα. ἀπόδοτε οὖν τὴν ψῆφον τῷ πλείονι χρόνῳ καὶ τῇ ἀληθείᾳ καὶ οἷς αὐτοὶ σύνιστε.
καίτοι λογογράφος γέ τις φησίν, ὁ μηχανώμενος αὐτῷ[*]( αὐτῷ Sauppe: αὐτοῖς MSS.) τὴν ἀπολογίαν, ἐναντία με λέγειν ἐμαυτῷ. οὐ γὰρ δὴ δοκεῖν[*]( δοκεῖν Cobet: δοκεῖ MSS.) εἶναι αὐτῷ δυνατὸν τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ τὰ πατρῷα κατεδηδοκέναι· τὸ μὲν γὰρ ἡμαρτηκέναι τι περὶ τὸ σῶμα παιδὸς εἶναί φησι, τὸ δὲ τὰ πατρῷα κατεδηδοκέναι ἀνδρός. ἔτι δὲ τοὺς καταισχύνοντας αὑτοὺς μισθούς φησι πράττεσθαι τοῦ πράγματος· ἀποθαυμάζων οὖν περιέρχεται καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν, εἰ ὁ αὐτὸς πεπόρνευταί τε καὶ τὰ πατρῷα κατεδήδοκεν.
εἰ δέ τις ἀγνοεῖ ταῦθʼ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει ἡ τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος ὁ τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ὃ ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δʼ ἔξωρος ἐγένετο, ἐδίδου δʼ εἰκότως οὐδεὶς ἔτι οὐδέν, ἡ δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ[*]( ἀεὶ Weidner: ἀεὶ τούτου or ἡ τούτου ἀεὶ MSS.) τῶν αὐτῶν ἐπεθύμει, καὶ καθʼ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφʼ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,
καὶ ἀπεφέρετο εἰς τὸ καθʼ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλʼ εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδʼ ἐδύνατʼ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.