Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
οὐκοῦν ὑπόλοιπόν ἐστι τὸν πεπονθότα ὁμολογεῖν. ἀλλὰ διὰ τοῦτο κρίνεται, ὅτι ταῦτα πράξας παρὰ τοὺς νόμους δημηγορεῖ.[*]( δημηγορεῖ Cobet: ἐδημηγόρει MSS.) βούλεσθε οὖν τὸ ὅλον πρᾶγμα ἀφῶμεν καὶ μὴ ζητῶμεν; νὴ τὸν Ποσειδῶ καλῶς ἄρα τὴν πόλιν οἰκήσομεν, εἰ ἃ αὐτοὶ ἔργῳ ἴσμεν γιγνόμενα, ταῦτα ἐὰν μή τις ἡμῖν δεῦρο παρελθὼν σαφῶς ἅμα καὶ ἀναισχύντως μαρτυρήσῃ, διὰ τοῦτο ἐπιλησόμεθα.
σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δʼ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ὁ ἄνθρωπος[*]( ὁ ἄνθρωπος Weidner: οὗτος ὁ ἄνθρωπος MSS.) πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδʼ εἰδότες[*]( οὐδʼ εἰδότες Herwerden: the MSS. have οὐχ ὁρῶντες τὸν or οὐκ εἰδότες τὸν.) τὸν εἰσεληλυθότα ὅστις ἦν, ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.
οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλʼ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλʼ ἕτερος ὑπὲρ ἐκείνου;
ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.