Against Timarchus

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

οὐκ ἠγνόουν ὅτι ὑπερόψεται τὸν ὅρκον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ προεῖπον ὑμῖν. κἀκεῖνό γε πρόδηλόν ἐστιν, ὅτι ἐπειδὴ νῦν οὐκ ἐθέλει μαρτυρεῖν, αὐτίκα πάρεισιν ἐν τῇ ἀπολογίᾳ. καὶ οὐδὲν μὰ Δία θαυμαστόν· ἀναβήσεται γὰρ οἶμαι δεῦρο πιστεύων τῷ ἑαυτοῦ βίῳ ἀνὴρ καλὸς κἀγαθὸς καὶ μισοπόνηρος, καὶ τὸν Λεωδάμαντα ὅστις ἦν οὐ γιγνώσκων, ἐφʼ ᾧ ὑμεῖς ἐθορυβήσατε τῆς μαρτυρίας ἀναγιγνωσκομένης.

ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν ἢ κατὰ τὴν ἐμαυτοῦ φύσιν; εἴπατέ μοι πρὸς τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅστις αὑτὸν κατῄσχυνε πρὸς Ἡγήσανδρον, οὐ δοκεῖ ὑμῖν πρὸς τὸν πόρνον πεπορνεῦσθαι; ἢ τίνας αὐτοὺς οὐκ οἰόμεθʼ ὑπερβολὰς ποιεῖσθαι βδελυρίας παροινοῦντας καὶ μονουμένους; οὐκ οἴεσθε τὸν Ἡγήσανδρον ἀπολυόμενον[*]( ἀπολυόμενον Sakorraphos: ἀπολογούμενον MSS.) τὰς πρὸς τὸν Λεωδάμαντα πράξεις τὰς περιβοήτους, ἃς ὑμεῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι;

ἀλλʼ ὅμως ὄψεσθε ὅτι καὶ μάλα ἐπιστρεφῶς καὶ ῥητορικῶς αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Κρωβύλος αὐτίκα μάλα δεῦρο ἀναπηδήσαντες ταῦτα μὲν εἶναι πολλῆς ἀβελτερίας φήσουσιν, ἃ ἐγὼ λέγω, ἀξιώσουσι δέ με μάρτυρας παρασχέσθαι διαρρήδην μαρτυροῦντας, ὅπου ἔπραττεν, ὅπως ἐποίει, ἢ τίς εἶδεν, ἢ τίς ἦν ὁ τρόπος, πρᾶγμα οἶμαι ἀναιδὲς λέγοντες,

οὐ γὰρ ἔγωγε ὑπολαμβάνω οὕτως ὑμᾶς ἐπιλήσμονας εἶναι, ὥστε ἀμνημονεῖν ὧν ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων,[*]( νόμων Cobet: τῶν νόμων MSS.) ἐν οἷς γέγραπται, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐπὶ ταύτην τὴν πρᾶξιν, ἢ ἐάν τις ἑαυτὸν μισθώσῃ, ἔνοχον εἶναι τοῖς μεγίστοις καὶ τοῖς ἴσοις ἐπιτιμίοις. τίς οὖν οὕτω ταλαίπωρός ἐστιν ἄνθρωπος, ὅστις ἂν ἐθελήσειε σαφῶς τοιαύτην μαρτυρίαν μαρτυρῆσαι, ἐξ ἧς ὑπάρχει αὐτῷ, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄντα ἑαυτὸν τοῖς ἐσχάτοις ἐπιτιμίοις;

οὐκοῦν ὑπόλοιπόν ἐστι τὸν πεπονθότα ὁμολογεῖν. ἀλλὰ διὰ τοῦτο κρίνεται, ὅτι ταῦτα πράξας παρὰ τοὺς νόμους δημηγορεῖ.[*]( δημηγορεῖ Cobet: ἐδημηγόρει MSS.) βούλεσθε οὖν τὸ ὅλον πρᾶγμα ἀφῶμεν καὶ μὴ ζητῶμεν; νὴ τὸν Ποσειδῶ καλῶς ἄρα τὴν πόλιν οἰκήσομεν, εἰ ἃ αὐτοὶ ἔργῳ ἴσμεν γιγνόμενα, ταῦτα ἐὰν μή τις ἡμῖν δεῦρο παρελθὼν σαφῶς ἅμα καὶ ἀναισχύντως μαρτυρήσῃ, διὰ τοῦτο ἐπιλησόμεθα.

σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δʼ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ὁ ἄνθρωπος[*]( ὁ ἄνθρωπος Weidner: οὗτος ὁ ἄνθρωπος MSS.) πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδʼ εἰδότες[*]( οὐδʼ εἰδότες Herwerden: the MSS. have οὐχ ὁρῶντες τὸν or οὐκ εἰδότες τὸν.) τὸν εἰσεληλυθότα ὅστις ἦν, ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.

οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλʼ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλʼ ἕτερος ὑπὲρ ἐκείνου;

ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.

θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος·

ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες, εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως· οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός.

φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή, τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.

εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ[*]( πεπαρρησίασθε Blass: ἐπαρρησίασθε MSS.) μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος[*]( οὗτος Blass: οὑτοσί MSS.) ἀναβῇ ἐπὶ τὸ βῆμα·[*]( Weidner deletes ἐν τῷ δήμῳ given by the MSS. before or after ἐπὶ τὸ βῆμα.) καὶ ἡ βουλή, ὅτε ἐβούλευε[*]( ἐβούλευε Emperius: ἐβούλευσε MSS.) πέρυσιν. εἰ γὰρ μνησθείη[*]( εἰ γὰρ μνησθείη Blass: ὅταν μνησθῇ or ὅταν ἐμνήσθη or ἢ ἐὰν μνησθῇ MSS.) τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι[*]( ποι Reiske: που MSS.) τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.

καὶ τὰ μὲν πολλὰ καὶ παλαιὰ ἐάσω, τὰ δὲ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γενόμενα, ὅτε ἐγὼ τὴν ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, ταῦθʼ ὑμᾶς ἀναμνῆσαι βούλομαι.

τῆς γὰρ βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ πρόσοδον ποιουμένης πρὸς τὸν δῆμον κατὰ τὸ ψήφισμα, ὃ οὗτος εἰρήκει περὶ τῶν οἰκήσεων τῶν ἐν τῇ Πυκνί, ἦν μὲν ὁ τὸν λόγον λέγων ἐκ τῶν Ἀρεοπαγιτῶν Αὐτόλυκος, καλῶς νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ σεμνῶς καὶ ἀξίως ἐκείνου τοῦ συνεδρίου βεβιωκώς·

ἐπειδὴ δέ που προϊόντος τοῦ λόγου εἶπεν ὅτι τό γε εἰσήγημα τὸ Τιμάρχου ἀποδοκιμάζει ἡ βουλή, καὶ περὶ τῆς ἐρημίας ταύτης καὶ τοῦ τόπου τοῦ ἐν τῇ Πυκνὶ μὴ θαυμάσητε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ Τίμαρχος ἐμπειροτέρως ἔχει τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, ἀνεθορυβήσατε ὑμεῖς ἐνταῦθα καὶ ἔφατε τὸν Αὐτόλυκον ἀληθῆ λέγειν· εἶναι γὰρ αὐτὸν ἔμπειρον.

ἀγνοήσας δʼ ὑμῶν τὸν θόρυβον, ὁ Αὐτόλυκος μάλα σκυθρωπάσας καὶ διαλιπὼν εἶπεν· ἡμεῖς μέντοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ Ἀρεοπαγῖται οὔτε κατηγοροῦμεν οὔτε ἀπολογούμεθα, οὐ γὰρ ἡμῖν πάτριόν ἐστιν, ἔχομεν δὲ τοιαύτην τινὰ συγγνώμην Τιμάρχῳ· οὗτος ἴσως, ἔφη, ᾠήθη ἐν τῇ ἡσυχίᾳ ταύτῃ μικρὸν ὑμῶν ἑκάστῳ ἀνάλωμα γίγνεσθαι. πάλιν ἐπὶ τῇ ἡσυχίᾳ καὶ τῷ μικρῷ ἀναλώματι μείζων ἀπήντα παρʼ ὑμῶν μετὰ γέλωτος θόρυβος.

ὡς δʼ ἐπεμνήσθη τῶν οἰκοπέδων καὶ τῶν λάκκων, οὐδʼ ἀναλαβεῖν αὑτοὺς ἐδύνασθε. ἔνθα δὴ καὶ παρέρχεται Πύρρανδρος ἐπιτιμήσων ὑμῖν, καὶ ἤρετο τὸν δῆμον, εἰ οὐκ αἰσχύνοιντο γελῶντες παρούσης τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου. ὑμεῖς δʼ ἐξεβάλλετε αὐτὸν ὑπολαμβάνοντες· ἴσμεν, ὦ Πύρρανδρε, ὅτι οὐ δεῖ γελᾶν τούτων ἐναντίον· ἀλλʼ οὕτως ἰσχυρόν ἐστιν ἡ ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.