Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
καὶ περιστάντες ἐδέοντο τοῦ Πιτταλάκου ἀναστῆναι, λέγοντες ὅτι τὸ ὅλον πρᾶγμα παροινία γέγονεν, καὶ αὐτὸς οὗτος, οὔπω μὰ Δία ὥσπερ νῦν ἀργαλέος ὢν τὴν ὄψιν, ἀλλʼ ἔτι χρήσιμος, ὑπογενειάζων τὸν ἄνθρωπον καὶ πάντα φάσκων πράξειν ἃ ἂν ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆναι ἀπὸ τοῦ βωμοῦ,[*]( Blass brackets τὸν ἄνθρωπον which the MSS. have before or after ἀπὸ τοῦ βωμοῦ.) ὡς τευξόμενόν τινος τῶν δικαίων. ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, οὐκέτι προσεῖχον αὐτῷ τὸν νοῦν.
βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει.
ὅτε δʼ ἐδικάζετο, ἄλλην[*]( ἄλλην added by the editor.) σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι.[*]( εἶναι Sakorraphos: εἶναι δοῦλον MSS.) ἐν παντὶ δὲ κακοῦ[*]( κακοῦ Blomfield: κακῷ MSS.) γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς· οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.
τὸ δὲ μετὰ τοῦτο δικῶν λήξεις ἐποιήσαντο. προϊόντος δὲ τοῦ χρόνου ἐπέτρεψαν διαγνῶναι τὸ πρᾶγμα Διοπείθει τῷ Σουνιεῖ, δημότῃ τε ὄντι τοῦ Ἡγησάνδρου, καὶ ἤδη ποτὲ καὶ χρησαμένῳ, ὅτʼ ἦν ἐν ἡλικίᾳ· παραλαβὼν δὲ τὸ πρᾶγμα ὁ Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκ χρόνων.
ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον ὁ Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν[*]( ἐπαγγελεῖν Blass: the MSS. omit or have ἐπαγγέλλει.) ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ὁ ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν ὁ Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγειν)· ἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν.
ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς ὁ Ἡγήσανδρος ἀκονιτί, εἶχε παρʼ ἑαυτῷ Τίμαρχον τουτονί.
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, πάντες ἴστε· τίς γὰρ ὑμῶν πώποτε[*]( The MSS. have ὃς οὐ or οὗτος ὃς οὐ or οὐ before πώηοτε · Blass deletes.) εἰς τοὖψον ἀφῖκται καὶ τὰς δαπάνας τὰς τούτων οὐ τεθεώρηκεν; ἢ τίς τοῖς τούτων κώμοις καὶ μάχαις[*]( μάχαις Hamaker: μοιχείαις MSS.) περιτυχὼν οὐκ ἠχθέσθη ὑπὲρ τῆς πόλεως; ὅμως δέ, ἐπειδήπερ ἐν δικαστηρίῳ ἐσμέν, κάλει μοι Γλαύκωνα Χολαργέα τὸν ἀφελόμενον εἰς ἐλευθερίαν τὸν Πιττάλακον, καὶ τὰς ἑτέρας μαρτυρίας ἀναγίγνωσκε.
Μαρτυρίαι
[μαρτυρεῖ Γλαύκων Τιμαίου Χολαργεύς. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν. χρόνῳ δʼ ὕστερον ἐλθὼν πρὸς ἐμὲ Πιττάλακος ἔφη βούλεσθαι διαλυθῆναι τὰ πρὸς Ἡγήσανδρον προσπέμψας[*]( προσπέμψας Reiske: προπέψας or προπέμψαι MSS.) αὐτῷ, ὥστε ἄρασθαι τὰς δίκας,[*]( ὥστε ἄρασθαι τὰς δίκας Blass: ἄρασθαι or ἄρασθαι τῆς δίκης MSS.) ἥν τε αὐτὸς ἐνεκαλέσατο Ἡγησάνδρῳ καὶ Τιμάρχῳ,[*](Ἡγησάνδρῳ . . . Τιμάρχῳ Franke: MSS. have the accus.) καὶ ἣν Ἡγήσανδρος τῆς δουλείας αὐτῷ. καὶ διελύθησαν.ὡσαύτως Ἀμφισθένης[*]( Weidner deletes Μαρτυρία before Ἀμφισθένης) μαρτυρεῖ. ἐγὼ ἀγόμενον εἰς δουλείαν ὑπὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εἰς ἐλευθερίαν, καὶ τὰ ἑξῆς.]
οὐκοῦν καὶ αὐτὸν ὑμῖν καλῶ τὸν Ἡγήσανδρον. γέγραφα δʼ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν ἢ κατʼ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν ἢ τῷ Μισγόλᾳ. οὐκ ἀγνοῶ δʼ ὅτι ἀπομεῖται καὶ ἐπιορκήσει. διὰ τί οὖν καλῶ[*]( Weidner deletes αὐτὸν which the MSS. have before or after καλῶ) ἐπὶ τὴν μαρτυρίαν; ἵνʼ ὑμῖν ἐπιδείξω οἵους ἀπεργάζεται ἀνθρώπους τὸ ἐπιτήδευμα τοῦτο, ὡς καταφρονοῦντας μὲν τῶν θεῶν, ὑπερορῶντας δὲ τοὺς νόμους, ὀλιγώρως δὲ ἔχοντας πρὸς ἅπασαν αἰσχύνην. κάλει μοι τὸν Ἡγήσανδρον.
Μαρτυρία
[Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτε κατέπλευσα ἐξ Ἑλλησπόντου, κατέλαβον παρὰ Πιτταλάκῳ τῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τὸν Ἀριζήλου, καὶ ἐξ ἐκείνης τῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶν τῇ αὐτῇ χρήσει[*]( χρήσει Wolf: ἄρσει MSS.) ᾗ καὶ τὸ πρότερον Λεωδάμαντι.]
οὐκ ἠγνόουν ὅτι ὑπερόψεται τὸν ὅρκον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ προεῖπον ὑμῖν. κἀκεῖνό γε πρόδηλόν ἐστιν, ὅτι ἐπειδὴ νῦν οὐκ ἐθέλει μαρτυρεῖν, αὐτίκα πάρεισιν ἐν τῇ ἀπολογίᾳ. καὶ οὐδὲν μὰ Δία θαυμαστόν· ἀναβήσεται γὰρ οἶμαι δεῦρο πιστεύων τῷ ἑαυτοῦ βίῳ ἀνὴρ καλὸς κἀγαθὸς καὶ μισοπόνηρος, καὶ τὸν Λεωδάμαντα ὅστις ἦν οὐ γιγνώσκων, ἐφʼ ᾧ ὑμεῖς ἐθορυβήσατε τῆς μαρτυρίας ἀναγιγνωσκομένης.
ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν ἢ κατὰ τὴν ἐμαυτοῦ φύσιν; εἴπατέ μοι πρὸς τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅστις αὑτὸν κατῄσχυνε πρὸς Ἡγήσανδρον, οὐ δοκεῖ ὑμῖν πρὸς τὸν πόρνον πεπορνεῦσθαι; ἢ τίνας αὐτοὺς οὐκ οἰόμεθʼ ὑπερβολὰς ποιεῖσθαι βδελυρίας παροινοῦντας καὶ μονουμένους; οὐκ οἴεσθε τὸν Ἡγήσανδρον ἀπολυόμενον[*]( ἀπολυόμενον Sakorraphos: ἀπολογούμενον MSS.) τὰς πρὸς τὸν Λεωδάμαντα πράξεις τὰς περιβοήτους, ἃς ὑμεῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι;
ἀλλʼ ὅμως ὄψεσθε ὅτι καὶ μάλα ἐπιστρεφῶς καὶ ῥητορικῶς αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Κρωβύλος αὐτίκα μάλα δεῦρο ἀναπηδήσαντες ταῦτα μὲν εἶναι πολλῆς ἀβελτερίας φήσουσιν, ἃ ἐγὼ λέγω, ἀξιώσουσι δέ με μάρτυρας παρασχέσθαι διαρρήδην μαρτυροῦντας, ὅπου ἔπραττεν, ὅπως ἐποίει, ἢ τίς εἶδεν, ἢ τίς ἦν ὁ τρόπος, πρᾶγμα οἶμαι ἀναιδὲς λέγοντες,
οὐ γὰρ ἔγωγε ὑπολαμβάνω οὕτως ὑμᾶς ἐπιλήσμονας εἶναι, ὥστε ἀμνημονεῖν ὧν ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων,[*]( νόμων Cobet: τῶν νόμων MSS.) ἐν οἷς γέγραπται, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐπὶ ταύτην τὴν πρᾶξιν, ἢ ἐάν τις ἑαυτὸν μισθώσῃ, ἔνοχον εἶναι τοῖς μεγίστοις καὶ τοῖς ἴσοις ἐπιτιμίοις. τίς οὖν οὕτω ταλαίπωρός ἐστιν ἄνθρωπος, ὅστις ἂν ἐθελήσειε σαφῶς τοιαύτην μαρτυρίαν μαρτυρῆσαι, ἐξ ἧς ὑπάρχει αὐτῷ, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄντα ἑαυτὸν τοῖς ἐσχάτοις ἐπιτιμίοις;
οὐκοῦν ὑπόλοιπόν ἐστι τὸν πεπονθότα ὁμολογεῖν. ἀλλὰ διὰ τοῦτο κρίνεται, ὅτι ταῦτα πράξας παρὰ τοὺς νόμους δημηγορεῖ.[*]( δημηγορεῖ Cobet: ἐδημηγόρει MSS.) βούλεσθε οὖν τὸ ὅλον πρᾶγμα ἀφῶμεν καὶ μὴ ζητῶμεν; νὴ τὸν Ποσειδῶ καλῶς ἄρα τὴν πόλιν οἰκήσομεν, εἰ ἃ αὐτοὶ ἔργῳ ἴσμεν γιγνόμενα, ταῦτα ἐὰν μή τις ἡμῖν δεῦρο παρελθὼν σαφῶς ἅμα καὶ ἀναισχύντως μαρτυρήσῃ, διὰ τοῦτο ἐπιλησόμεθα.
σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δʼ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ὁ ἄνθρωπος[*]( ὁ ἄνθρωπος Weidner: οὗτος ὁ ἄνθρωπος MSS.) πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδʼ εἰδότες[*]( οὐδʼ εἰδότες Herwerden: the MSS. have οὐχ ὁρῶντες τὸν or οὐκ εἰδότες τὸν.) τὸν εἰσεληλυθότα ὅστις ἦν, ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.
οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλʼ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλʼ ἕτερος ὑπὲρ ἐκείνου;
ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.
θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος·
ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες, εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως· οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός.
φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή, τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.
εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ[*]( πεπαρρησίασθε Blass: ἐπαρρησίασθε MSS.) μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος[*]( οὗτος Blass: οὑτοσί MSS.) ἀναβῇ ἐπὶ τὸ βῆμα·[*]( Weidner deletes ἐν τῷ δήμῳ given by the MSS. before or after ἐπὶ τὸ βῆμα.) καὶ ἡ βουλή, ὅτε ἐβούλευε[*]( ἐβούλευε Emperius: ἐβούλευσε MSS.) πέρυσιν. εἰ γὰρ μνησθείη[*]( εἰ γὰρ μνησθείη Blass: ὅταν μνησθῇ or ὅταν ἐμνήσθη or ἢ ἐὰν μνησθῇ MSS.) τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι[*]( ποι Reiske: που MSS.) τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.