Against Timarchus

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

βούλομαι δέ, ὥσπερ ὑπεθέμην,[*]( ὑπεθέμην Weidner: the MSS. have ἀρχόμενος τοῦ λόγου before or after ὑπεθέμην.) ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵνʼ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ὅ ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου.

οὐδὲ γὰρ ἂν δικαίως ἐμοὶ ἐπιτιμήσαιτε, εἴ τι σαφῶς εἴποιμι διδάσκειν ὑμᾶς βουλόμενος, ἀλλὰ πολὺ μᾶλλον τούτῳ, εἰ αἰσχρῶς οὕτω τυγχάνει βεβιωκώς, ὥστε τὸν τὰ τούτῳ πεπραγμένα διεξιόντα ἀδύνατον εἶναι εἰπεῖν ὡς αὐτὸς βούλεται, ἐὰν μή τι καὶ τῶν τοιούτων φθέγξηται ῥημάτων. εὐλαβήσομαι δʼ αὐτὸ ποιεῖν ὡς ἂν δύνωμαι μάλιστα.

σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μετρίως μέλλω προσφέρεσθαι Τιμάρχῳ τουτῳί. ἐγὼ γάρ, ὅσα μὲν παῖς ὢν εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἡμάρτηκεν, ἀφίημι, καὶ ἔστω ταῦτα ὥσπερ τὰ ἐπὶ τῶν τριάκοντα ἢ τὰ πρὸ Εὐκλείδου, ἢ εἴ τις ἄλλη πώποτε τοιαύτη ἐγένετο προθεσμία· ἃ δὲ ἤδη φρονῶν καὶ μειράκιον ὢν καὶ τοὺς νόμους ἐπιστάμενος τοὺς τῆς πόλεως διαπέπρακται, περὶ τούτων ἐγώ τε[*]( ἐγώ τε Emperius: ἔγω γε MSS.) τὰς κατηγορίας ποιήσομαι, καὶ ὑμᾶς ἐπʼ αὐτοῖς ἀξιῶ σπουδάζειν.

οὗτος γὰρ πάντων μὲν πρῶτον, ἐπειδὴ ἀπηλλάγη ἐκ παίδων, ἐκάθητο ἐν Πειραιεῖ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου, προφάσει μὲν τῆς τέχνης μαθητής, τῇ δʼ ἀληθείᾳ πωλεῖν αὑτὸν προῃρημένος, ὡς αὐτὸ τοὖργον ἔδειξεν. ὅσοι μὲν οὖν τῶν ἐμπόρων ἢ τῶν ἄλλων ξένων ἢ τῶν πολιτῶν τῶν ἡμετέρων κατʼ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο τῷ σώματι τῷ[*]( τῷ added by Blass.) Τιμάρχου, ἑκὼν καὶ τούτους ὑπερβήσομαι, ἵνα μή τις εἴπῃ ὡς ἄρα λίαν ἀκριβολογοῦμαι ἅπαντα· ὧν δʼ ἐν ταῖς οἰκίαις γέγονε καταισχύνων τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πόλιν, μισθαρνῶν ἐπʼ αὐτῷ τούτῳ ὃ ἀπαγορεύει ὁ νόμος μὴ πράττειν ἢ μηδὲ δημηγορεῖν, περὶ τούτων ποιήσομαι τοὺς λόγους.

Μισγόλας ἔστι τις Ναυκράτους, ὦ ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς κἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακώς, καὶ ἀεί τινας ἔχειν εἰωθὼς περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλʼ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν. οὗτος, αἰσθόμενος ὧν ἕνεκα τὰς διατριβὰς ἐποιεῖτο Τίμαρχος οὑτοσὶ ἐπὶ τοῦ ἰατρείου, ἀργύριόν τι προαναλώσας ἀνέστησεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ, εὔσαρκον ὄντα καὶ νέον καὶ βδελυρὸν καὶ ἐπιτήδειον πρὸς τὸ πρᾶγμα ὃ προῃρεῖτο ἐκεῖνος μὲν πράττειν, οὗτος δὲ πάσχειν.

καὶ ταῦτα οὐκ ὤκνησεν, ἀλλʼ ὑπέστη Τίμαρχος οὑτοσί, οὐδενὸς ὢν τῶν μετρίων ἐνδεής· πολλὴν γὰρ πάνυ κατέλιπεν ὁ πατὴρ αὐτῷ οὐσίαν, ἣν οὗτος κατεδήδοκεν, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ λόγου· ἀλλʼ ἔπραξε ταῦτα δουλεύων ταῖς αἰσχίσταις ἡδοναῖς, ὀψοφαγίᾳ καὶ πολυτελείᾳ δείπνων καὶ αὐλητρίσι καὶ ἑταίραις καὶ κύβοις καὶ τοῖς ἄλλοις, ὑφʼ ὧν οὐδενὸς χρὴ κρατεῖσθαι τὸν γενναῖον καὶ ἐλεύθερον. καὶ οὐκ ᾐσχύνθη ὁ μιαρὸς οὗτος ἐκλιπὼν μὲν τὴν πατρῴαν οἰκίαν, διαιτώμενος δὲ παρὰ Μισγόλᾳ, οὔτε πατρικῷ ὄντι φίλῳ οὔθʼ ἡλικιώτῃ,[*]( Weidner deletes οὔτε παρʼ ἐπιτρόπῳ which the MSS. have after ἡλικιώτῃ.) ἀλλὰ παρʼ ἀλλοτρίῳ καὶ πρεσβυτέρῳ ἑαυτοῦ, καὶ παρʼ ἀκολάστῳ περὶ ταῦτα ὡραῖος ὤν.

πολλὰ μὲν οὖν καὶ ἄλλα καταγέλαστα πέπρακται Τιμάρχῳ κατʼ ἐκείνους τοὺς χρόνους, ἓν δὲ ὃ καὶ διηγήσασθαι ὑμῖν βούλομαι. ἦν μὲν Διονυσίων τῶν ἐν ἄστει ἡ[*]( ἡ added by Sauppe.) πομπή, ἐπόμπευον δʼ ἐν ταὐτῷ ὅ τε Μισγόλας ὁ τοῦτον ἀνειληφὼς καὶ Φαῖδρος Καλλίου Σφήττιος. συνθεμένου δʼ αὐτοῖς συμπομπεύειν Τιμάρχου τουτουί, οἱ μὲν περὶ τὴν ἄλλην παρασκευὴν διέτριβον, οὗτος δὲ οὐκ ἐπανῆκε. παρωξυμμένος δὲ πρὸς τὸ πρᾶγμα ὁ Μισγόλας ζήτησιν αὐτοῦ ἐποιεῖτο μετὰ τοῦ Φαίδρου, ἐξαγγελθέντος δʼ αὐτοῖς εὑρίσκουσι τοῦτον ἐν συνοικίᾳ μετὰ ξένων τινῶν συναριστῶντα. διαπειλησαμένου δὲ τοῦ Μισγόλα καὶ τοῦ Φαίδρου τοῖς ξένοις, καὶ κελευόντων ἤδη ἀκολουθεῖν εἰς τὸ δεσμωτήριον, ὅτι μειράκιον ἐλεύθερον διέφθειραν, φοβηθέντες οἱ ξένοι ᾤχοντο[*]( Weidner deletes φεύγοντες which the MSS. have before or after ᾤχοντο.) καταλιπόντες τὰ παρεσκευασμένα.

καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες, ὅσοι κατʼ ἐκείνους τοὺς χρόνους ἐγίγνωσκον Μισγόλαν καὶ Τίμαρχον, ἴσασιν. ᾗ δὴ καὶ πάνυ χαίρω, ὅτι μοι γέγονεν ἡ δίκη πρὸς ἄνθρωπον οὐκ ἠγνοημένον ὑφʼ ὑμῶν, οὐδʼ ἀπʼ ἄλλου γιγνωσκόμενον οὐδενός, ἢ ἀπʼ αὐτοῦ τοῦ ἐπιτηδεύματος περὶ οὗ καὶ τὴν ψῆφον μέλλετε φέρειν. περὶ μὲν γὰρ τῶν ἀγνοουμένων σαφεῖς ἴσως προσήκει τὰς ἀποδείξεις ποιεῖσθαι τὸν κατήγορον, περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἔγωγε μέγα ἔργον εἶναι νομίζω τὸ κατηγορεῖν· ἀναμνῆσαι γὰρ μόνον προσήκει τοὺς ἀκούοντας.

ἐγὼ τοίνυν καίπερ ὁμολογουμένου τοῦ πράγματος, ἐπειδὴ ἐν δικαστηρίῳ ἐσμέν, γέγραφα μαρτυρίαν τῷ Μισγόλᾳ ἀληθῆ μέν, οὐκ ἀπαίδευτον δέ, ὥς γʼ[*]( ὡς γʼ Sakorraphos: ὡς ἐγὼ MSS.) ἐμαυτὸν πείθω. αὐτὸ μὲν γὰρ τοὔνομα τοῦ ἔργου ὃ ἔπραττε πρὸς τοῦτον, οὐκ ἐγγράφω, οὐδʼ ἄλλο γέγραφα οὐδὲν ὃ ἐπιζήμιόν ἐστιν ἐκ τῶν νόμων τῷ τἀληθῆ μαρτυρήσαντι· ἃ δέ ἐστιν ὑμῖν τε ἀκοῦσαι γνώριμα, ἀκίνδυνά τε[*]( ἀκίνδυνά τε Blass: ἀκίνδυνα δὲ MSS.) τῷ μαρτυροῦντι καὶ μὴ αἰσχρά, ταῦτα γέγραφα.

ἐὰν μὲν οὖν ἐθελήσῃ ὁ Μισγόλας δεῦρο παρελθὼν τἀληθῆ μαρτυρεῖν, τὰ δίκαια ποιήσει· ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι μᾶλλον ἢ τἀληθῆ μαρτυρεῖν, ὑμεῖς τὸ ὅλον πρᾶγμα συνίδετε. εἰ γὰρ ὁ μὲν πράξας αἰσχυνεῖται καὶ προαιρήσεται χιλίας μᾶλλον δραχμὰς ἀποτεῖσαι τῷ δημοσίῳ, ὥστε μὴ δεῖξαι τὸ πρόσωπον τὸ ἑαυτοῦ ὑμῖν, ὁ δὲ πεπονθὼς δημηγορήσει, σοφὸς ὁ νομοθέτης ὁ τοὺς οὕτω βδελυροὺς ἐξείργων ἀπὸ τοῦ βήματος.

ἐὰν δʼ ἄρα ὑπακούσῃ μέν, τράπηται δὲ ἐπὶ τὸ ἀναιδέστατον, ἐπὶ τὸ ἐξόμνυσθαι τὰς ἀληθείας, ὡς Τιμάρχῳ μὲν χάριτας ἀποδιδούς, ἑτέροις δʼ ἐπίδειξιν ποιούμενος ὡς εὖ ἐπίσταται τὰ τοιαῦτα συγκρύπτειν, πρῶτον μὲν εἰς ἑαυτὸν ἐξαμαρτήσεται, ἔπειτα οὐδὲν ἔσται[*]( ἔσται Weidner: ἔστʼ αὐτῷ or αὐτῷ ἔσται MSS.) πλέον. ἑτέραν γὰρ ἐγὼ γέγραφα μαρτυρίαν τοῖς εἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τὴν πατρῴαν οἰκίαν καὶ διαιτώμενον παρὰ Μισγόλα, πρᾶγμα οἶμαι χαλεπὸν ἐξεργάσασθαι ἐπιχειρῶν· οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους.

ἂν δʼ ἄρα καὶ τούτους πείσωσι μὴ μαρτυρεῖν, ὡς οὐκ οἴομαι· εἰ δὲ μή, ἀλλʼ οὐχ ἅπαντάς γε·[*]( ἅπαντάς γε Blass, transposing γε, which some MSS. have after οἴομαι.) ἐκεῖνό γε οὐ μήποτε δυνήσονται, [*]( οὐ μήποτε δυνήσονται Emperius: οὐδὲ μήποτε δύνωνται ( or δυνήσονται) or οὐδέποτε δυνήσονται MSS.) ἀφελέσθαι τὴν ἀλήθειαν, οὐδὲ τὴν ἐν τῇ πόλει περὶ Τιμάρχου φήμην, ἣν οὐκ ἐγὼ τούτῳ παρεσκεύασα, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οὕτω γὰρ χρὴ καθαρὸν εἶναι τὸν βίον τοῦ σώφρονος ἀνδρός, ὥστε μηδʼ ἐπιδέχεσθαι δόξαν αἰτίας πονηρᾶς.

βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει. ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.

ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα[*]( ἐὰν ἄρα Dahms: ἵνα MSS.) καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν.

Μαρτυρίαι

[Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ὁ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου[*]( μου Bernardi: μοι MSS.) τὴν πρότερον[*]( πρότερον Emperius: πρὸς MSS.) αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.]

εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχος οὑτοσὶ διέμεινε παρὰ τῷ Μισγόλᾳ καὶ μηκέτι ὡς ἄλλον ἧκε, μετριώτερʼ ἂν διεπέπρακτο, εἰ δή τι τῶν τοιούτων ἐστὶ μέτριον, καὶ ἔγωγε οὐκ ἂν ἐτόλμησα[*]( ἐτόλμησα Reiske: ὤκνησα MSS.) αὐτὸν οὐδὲν αἰτιᾶσθαι ἄλλʼ[*]( ἄλλʼ added by Sakorraphos.) ἢ ὅπερ ὁ νομοθέτης παρρησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.

ἐὰν δʼ ὑμᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον, αὐτοὺς δὲ[*]( αὐτοὺς δὲ added by Sakorraphos: καὶ ἐπιδείξω αὐτοὺς MSS.) λέγων ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ[*]( μὴ Blass, following an ancient quotation: καὶ μὴ MSS.) μόνον παρὰ τῷ Μισγόλᾳ μεμισθαρνηκότα αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρʼ ἑτέρῳ καὶ πάλιν παρʼ ἄλλῷ, καὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οὐκέτι δήπου φανεῖται[*]( φανεῖται Cobet: φαίνεται MSS.) μόνον ἡταιρηκώς, ἀλλὰ (μὰ τὸν Διόνυσον οὐκ οἶδʼ ὅπως δυνήσομαι περιπλέκειν ὅλην τὴν ἡμέραν) καὶ πεπορνευμένος· ὁ γὰρ εἰκῇ τοῦτο καὶ πρὸς πολλοὺς πράττων καὶ μισθοῦ, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.