Against Timarchus

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

ταῦτα μὲν οὖν πάλαι νενομοθέτηται· ὑμεῖς δʼ ἔτι προσέθεσθε καινὸν νόμον μετὰ τὸ καλὸν παγκράτιον, ὃ οὗτος ἐπαγκρατίασεν ἐν τῇ ἐκκλησίᾳ, ὑπεραισχυνθέντες ἐπὶ τῷ πράγματι, καθʼ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν φυλὴν ἐπὶ τὸ βῆμα, ἥτις προεδρεύσει. καὶ τί προσέταξεν ὁ τιθεὶς τὸν νόμον; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων.

ἔστι δʼ οὐδὲν ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοι, ζητεῖν τοὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπὸ τοῦ βήματος ταῖς κραυγαῖς· οὐ γὰρ αἰσχύνονται· ἀλλὰ τιμωρίαις τούτους ἀπεθίζειν χρή· μόνως γὰρ ἂν οὕτως ἀνεκτοὶ γένοιντο.

ἀναγνώσεται οὖν ὑμῖν τοὺς νόμους τοὺς περὶ τῆς εὐκοσμίας κειμένους τῶν ῥητόρων. τὸν γὰρ περὶ τῆς προεδρίας τῶν φυλῶν νόμον Τίμαρχος οὑτοσὶ καὶ ἕτεροι τοιοῦτοι ῥήτορες συνελθόντες γεγραμμένοι εἰσὶ μὴ ἐπιτήδειον εἶναι, ἔνʼ ἐξῇ αὐτοῖς καὶ ζῆν καὶ λέγειν ὡς αὐτοὶ βούλονται.

Νόμοι

[τῶν ῥητόρων ἐάν τις λέγῃ ἐν τῇ[*]( τῇ added by Bake.) βουλῇ ἢ ἐν τῷ δήμῳ μὴ[*]( μὴ added by Schoemann.) περὶ τοῦ εἰσφερομένου, ἢ μὴ χωρὶς περὶ ἑκάστου, ἢ δὶς περὶ τοῦ αὐτοῦ ὁ αὐτὸς τῆς αὐτῆς, ἢ λοιδορῆται, ἢ κακῶς ἀγορεύῃ τινά, ἢ ὑποκρούῃ, ἢ χρηματιζόντων μεταξὺ ἀνεστηκὼς λέγῃ περί του μὴ ἐπὶ τοῦ βήματος, ἢ παρακελεύηται, ἢ ἕλκῃ τὸν ἐπιστάτην, ἀφειμένης τῆς ἐκκλησίας ἢ τῆς βουλῆς κυριευέτωσαν οἱ πρόεδροι μέχρι πεντήκοντα δραχμῶν καθʼ ἕκαστον ἀδίκημα ἐγγράφειν[*]( ἐγγράφειν Taylor: ἐπιγράφειν MSS.) τοῖς πράκτορσιν. ἐὰν δὲ πλέονος ἄξιος ᾖ ζημίας, ἐπιβαλόντες μέχρι πεντήκοντα δραχμῶν εἰσφερέτωσαν εἰς τὴν βουλὴν ἢ εἰς τὴν πρώτην ἐκκλησίαν.[*]( ἐκκλησίαν Baiter and Sauppe: ἐκκλησίαν ἐν τῷ βουλευτηρίῳ MSS.) ὅταν δʼ ἐξίωσιν αἱ[*]( αἱ added by Matthiae.) κλήσεις, κρινάτωσαν. καὶ ἐὰν καταγνωσθῇ αὐτοῦ κρύβδην ψηφιζομένων, ἐγγραψάτωσαν οἱ πρόεδροι τοῖς πράκτορσιν.]

τῶν μὲν οὖν νόμων ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εὖ οἶδʼ ὅτι δοκοῦσιν ὑμῖν καλῶς ἔχειν. τούτους μέντοι τοὺς νόμους εἶναι χρησίμους ἢ ἀχρήστους ἐφʼ ὑμῖν ἐστιν· ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι.