Against Timarchus
Aeschines
The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις.
Hom. Il. 23.77-94
- οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
- βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλʼ ἐμὲ μὲν Κὴρ
- ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ·
- καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι,
- μαρνάμενον δηίοις Ἑλένης ἕνεκʼ ἠυκόμοιο.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ,
- ἀλλʼ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ,
- χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ,
- ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,
- εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
- ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
- ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,
- νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς·
- ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
- ἔτρεφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
- ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι.
ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις.
Hom. Il. 18.95-99
- ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
- αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
- τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
- κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν.
ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που·
Euripides, Sthenoboea: Nauck 672.
- ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως
- ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ.
πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι·
Euripides, Phoenix: Nauck 812.
- ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής,
- καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο
- τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι.
- κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός,
- λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
- σκοπῶν δίαιτάν θʼ,[*](θʼ added by Boissonade from an ancient quotation.) ἥντινʼ ἡμερεύεται.[*]( ἡμερεύεται Gainsford: ἐμπορεύεται MSS.)
- ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
- οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι
- τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται[*]( ἐσθʼ οἵοισπερ ἥδεται H. Wolf: ἔστιν οἵσπερ ἥδεται or ἔστιν ἕκαστος οἷσπερ ἥδεται MSS.) ξυνών.