Against Timarchus

Aeschines

The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.

πόθεν; οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευτής ἐγένετο ἐπὶ ἄρχοντος Νικοφήμου. ἅπαντα μὲν οὖν διεξελθεῖν ἃ ἐν τούτῳ τῷ ἐνιαυτῷ ἐκακούργησε, πρὸς μικρὸν μέρος ἡμέρας οὐκ ἄξιον ἐπιχειρεῖν· ἃ δʼ ἐστὶν ἐγγυτάτω τῆς αἰτίας καθʼ ἣν ἡ παροῦσα κρίσις ἐστί, ταῦτʼ ἐρῶ διὰ βραχέων.

ἐπὶ τοίνυν τοῦ αὐτοῦ ἄρχοντος ὅθʼ οὗτος ἐβούλευεν, ταμίας ἦν τῶν τῆς θεοῦ Ἡγήσανδρος ὁ Κρωβύλου ἀδελφός, ἔκλεπτον δὲ τῆς πόλεως κοινῇ καὶ μάλα φιλεταίρως χιλίας δραχμάς. αἰσθόμενος δὲ τὸ πρᾶγμα ἀνὴρ ἐπιεικής, Πάμφιλος ὁ Ἀχερδούσιος, προσκρούσας τι τούτῳ καὶ παροξυνθείς, ἐκκλησίας οὔσης εἶπεν ἀναστάς· ὦ ἄνδρες Ἀθηναῖοι, κλέπτουσιν ὑμῶν ἀνὴρ καὶ γυνὴ κοινῇ χιλίας δραχμάς.

θαυμασάντων δʼ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς ὁ λόγος, εἶπε μικρὸν διαλιπών· ἀγνοεῖτε, ἔφη, ὅ τι λέγω; ὁ μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί, ἔφη, πρότερον δʼ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή· ἡ δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ. μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, τί οὖν ἐστιν, ἔφη, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ συμβουλεύω ὑμῖν; ἐὰν μὲν ἡ βουλὴ καταγνοῦσα τουτουὶ[*]( τουτουὶ Franke: τουτονὶ ἀδικεῖν MSS.) καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλʼ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.

μετὰ ταῦτα ὡς ἐπανῆθεν ἡ βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο. ὅτι δʼ οὐ παρέδωκε δικαστηρίῳ οὐδʼ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δʼ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε.[*]( ἀπέτυχε Weidner: οὐκ ἔτυχε or ἀπετύγχανε MSS.) μὴ τοίνυν φανῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.