Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·
  2. ἄλλοι δʼ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι
  3. ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,
  4. τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,
  5. οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.
  6. αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,
  7. τὸν μὲν καλλείπων, τὸν δʼ αἰρόμενος χθονὸς αἶψα
  8. αὖ ἐρύων, τῷ δʼ αὖτις ἀάσχετος ἰθὺς ὀρούων.
  9. ὡς δʼ ὁπότʼ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν
  10. δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,
  11. αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα
  12. ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,
  13. ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,
  14. πάντες ὁμοῦ βρίσαντες· ὁ δʼ ὀκλάζει κατὰ γαίης,
  15. βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·
  16. ὣς ὅ γʼ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν
  17. ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·
  18. ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·
  19. εἴκελος αἰδομένῳ δἐ ποτὶ χθόνα κανθὸν ἐρείδει.
  20. ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι