Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,
- μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,
- πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.
- Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσʼ εἴδεα νῶϊ φύτευσας,
- ὅσσα βροτῖσιν ὄπασσας, ὅσʼ εἰναλίοις νεπόδεσσιν.
- ὅς τόδʼ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,
- ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι
- φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.
- δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,
- ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,
- κώλων δʼ οὐκ ἴσα μέτρα, πόδες τʼ οὐ πάμπαν ὁμοῖοι,
- ἀλλʼ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ
- πολλὸν ὀλιζότεροι, κατά τʼ ὀκλάζουσιν ὁμοῖοι.
- ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,
- οὔ τι κέρας κερόεν, παρὰ δʼ οὔατα μεσσόθι κόρσης
- ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·
- ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε
- ἐντὸς ἐρηρέδαται γαλακόχροες[*](γαλακόχροες Editor coll. Callim. Hec. I. 4. 3: γαλακτόχροες (γαλοκτ- DE) MSS.) ἀμφὶς ὀδόντες·
- αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.
- οὐρὴ δʼ αὖτʼ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,