Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἐμμενέως φεύγει, θηρήτορας εὖτʼ ἂν ἴδηται·
- ἡ δʼ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,
- χάρμα μέγʼ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.
- Κάπρος ἐνυαλίοις δὲ μέγʼ ἔξοχος ἐν θήρεσσιν
- εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,
- ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.
- θηλυτέρῃ δʼ ἀλίαστος ἐφορμαίνων ἀλάληται
- καὶ μάλʼ ἐρωμανέων σφριγᾷ· κατὰ δʼ αὐχένος ὀρθαὶ
- φρίσσουσι τρίχες, οἶα περισσολόφων πηλήκων,
- ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων
- ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ·
- καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.
- θηλυτέρη δʼ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν,
- ἔσβεσε πάντα χόλον, κατὰ δʼ εὔνασε θηρὸς ἐρωήν·
- εἰ δέ κʼ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν,
- αὐτίκʼ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι
- ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας,
- ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας.
- ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα
- λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.