Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.
  2. καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·
  3. αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης
  4. ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης
  5. ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ.
  6. Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,
  7. εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς
  8. καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.
  9. τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ
  10. παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν·
  11. ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.
  12. αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται,
  13. μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.
  14. θηρεύει δʼ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·
  15. πᾶσαί τʼ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι.
  16. Δηθάκι δʼ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς
  17. εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,
  18. θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,
  19. μητέρα μὲν ῥινοῖσι, προσώποις δʼ αὖ γενετῆρα.
  20. Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν,