Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.
  2. φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,
  3. μηλοφόνον τε λύκον δυσδερκέα τʼ αὖθις ὕαιναν,
  4. τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,
  5. τὴν δʼ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·
  6. τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν
  7. ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,
  8. τὴν δʼ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν
  9. οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετʼ ἠῶ.
  10. εἴδεα δʼ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·
  11. τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο
  12. μείζοσι ποιμενικοῖς, λασίη δʼ ἐπιέσπεται οὐρή·
  13. ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ
  14. λαχνήεσσα κυρεῖ, κατὰ δʼ ἔγραπται δέμας αἰνὸν
  15. κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι·
  16. στεινὴ τʼ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·
  17. ῥινὸν δʼ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ
  18. ῥιγεδανόν· τῆς[*](τοῦ Brodaeus.) μέν τε διατμήξας περὶ ποσσὶν
  19. εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,
  20. καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις