Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀλλʼ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,
- ταύρους ἠδʼ ἐλάφους ἠδʼ εὐρυκέρωτας ἀγαυοὺς
- καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς
- ἄλλα θʼ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,
- νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον
- σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.
- πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.
- Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο
- νηπιάχου Κουρῆτες, ὅτʼ ἀρτίγονόν μιν ἐόντα
- ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο
- κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.
- Οὐρανίδης δʼ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα
- πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς
- καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.
- οἱ δʼ ἄρʼ, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν
- ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,
- δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι
- θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα
- Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.
- αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.