Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.
  2. οἷα δʼ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης
  3. δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,
  4. στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,
  5. ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,
  6. σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν·
  7. ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν
  8. νηῶν τʼ ἀγνυμένων· στένεται δʼ ὅλος οἴδματι Νηρεύς·
  9. τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,
  10. θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,
  11. εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.
  12. αὐτὰρ ὅ γʼ οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ
  13. καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·
  14. οἶος δʼ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν
  15. φέρβετʼ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,
  16. οἶά τις ἀθλεύων· βριαρὸν δʼ ὅτε κάρτος ἴδηται
  17. καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκʼ ὄρεσφιν·
  18. αὐτὰρ ὅγʼ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·
  19. ἀλλʼ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,
  20. δή ῥα τότʼ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,