Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.
  2. τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,
  3. πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,
  4. τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς
  5. θῆρας ἀνεπτοίησας ἐπʼ ἀζεύκτοισι πόθοισι.
  6. θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες
  7. ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες
  8. ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες
  9. ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν
  10. καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·
  11. ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου
  12. ὠτίς ὀλισθαίνουσα διʼ ἠέρος ἱμερόεσσα,
  13. σαργοὶ δʼ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳ
  14. φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,
  15. ἕσπονται δʼ ἅμα πάντες, ὅτʼ ἄγρια κύματα τέμνει,
  16. στείνονταί θʼ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος
  17. ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν·
  18. αὐτὰρ ὅ γʼ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,
  19. εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς
  20. δαινύμενος· τοὶ δʼ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,