Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·
  2. ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·
  3. κραιπνοὶ δʼ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,
  4. καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.
  5. ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα
  6. αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.
  7. χροιαὶ δʼ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·
  8. οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται
  9. οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.
  10. κεῖνοι δʼ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,
  11. τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,
  12. μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις
  13. ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν
  14. ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι
  15. σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.
  16. εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,
  17. μήποτʼ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ
  18. αἰγῶν ἢ προβάτων, μηδʼ οἰκιδίῃσι κύνεσσιν·
  19. ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·
  20. ἀλλʼ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης