Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,
  2. Νιρέα καί Νάρκισσον ἐϋμμελίην θʼ Ὑάκινθον,
  3. Κάστορά τʼ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,
  4. ἠϊθέους τε νέους, τοί τʼ ἐν μακάρεσσιν ἀγητοί,
  5. Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·
  6. αἱ δʼ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,
  7. τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.
  8. τόσσα μὲν ἀμφʼ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,
  9. οἶμον ἐπὶ σκυλάκων· τόσσοι δʼ ἐπὶ πᾶσι κύνεσσιν
  10. ἔξοχʼ ἀρίζηλοι, μάλα τʼ ἀγρευτῆρσι μέλονται,
  11. Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,
  12. Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,
  13. Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,
  14. ὅσσοι τʼ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπʼ ὄχθαις
  15. βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.
  16. εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,
  17. εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·
  18. εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα
  19. θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν
  20. ἠερίοις τʼ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.