Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.
- Μαύρων δʼ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι[*](Πάρθοι Brodaeus (cf. iv. 112 ff.): θυμόν MSS. Gesner supposed that a line has been lost after v. 302 which mentioned the Πάρθοι.)
- καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,
- καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
- ἦ γάρ τοι θήρεσσιν ἐπʼ ἄλλοις ἄλλα γένεθλα
- ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
- στικτοπόδεσσʼ ἐλάφοις κυανώπεας ὁπλίζοιο,
- ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,
- αἴθωνας δʼ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,
- αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.
- κάλλεϊ δʼ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος
- Νησαῖος,[*](v. l. Νισ(σ)αῖος.) τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·
- καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·
- βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
- κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.
- ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο
- στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,
- ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,
- ἢ ὅτι πάγχυ θέλουσʼ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
- δοιὰ δʼ ἐπʼ ὠρύγγων τελέθει πολυανθέα κάλλη·