Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ ὅτʼ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ
  2. ἵππων ὠκυπόδων, ἀπὸ δʼ ἱππάδα τηλόσʼ ἐρύκειν,
  3. ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,
  4. καί τʼ ἀΐοντες ἄδην[*](v. l. αὐδὴν.) κρυερὴν φύζανδε νέωνται
  5. νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.
  6. ἵππων δʼ αἰόλα φῦλα, τόσʼ ἔθνεα μυρία φωτῶν,
  7. ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·
  8. ἀλλʼ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ
  9. ὅσσοι θʼ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·
  10. Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες,[*](v. l. Μάζηκες.) Ἀχαιοί,
  11. Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,
  12. Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.
  13. ἵππον δʼ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο
  14. ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,
  15. εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·
  16. βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον
  17. ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·
  18. ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·
  19. εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δʼ ἄρα κόρσης
  20. ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·