Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
  2. χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
  3. ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ
  4. ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·