Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πολλάκι δ’ ἠὲ πελιδνὸς ὄνυξ μόρον ἢ ἔτι μυκτὴρ
- στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ’ αὖ κοιλώπεες αὐγαί.
- Ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς,
- οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλὰς
- τινθαλέῳ, τοτὲ δ’ ἔργα διαθρύψαιο μελίσσης
- ἄμμιγα ποιπνύων Ὑμησσίδος, αἵ τ’ ἀπὸ μόσχου
- σκήνεος ἐξεγένοντο δεδουπότος ἐν νεμέεσσιν·
- ἔνθα δὲ καὶ κοίλοιο κατὰ δρυὸς ἐκτίσσαντο
- πρῶτόν που θαλάμας συνομήρεες, ἀμφὶ καὶ ἔργων
- μνησάμεναι Δῃοῖ πολυωπέας ἤνυσαν ὄμπας
- βοσκόμεναι θύμα ποσσὶ καὶ ἀνθεμόεσσαν ἐρείκην.
- δήποτε δ’ ἢ ῥοδέοιο νέον θύος εὔτριχι λήνει,
- ὀχλίζων κυνόδοντα τότ’ ἠμύουσι χαλίνοις,
- ἐνθλίβοις, μαλλὸν δὲ βαθὺν κεκορημένον ἕλκοις,
- ἠὲ καὶ ἰρινόεν, τοτὲ δ’ αὖ μορόεντος ἐλαίης·
- αἶψα δὲ τόν γ’ ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,
- ἄλλοτε δ’ ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,
- ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,
- τῆμος δ’ ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.
- σπεῖρα δ’ ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι βάπτων