Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τεύχεος ἣν κραδίην ἐπιδορπίου, οἱ δὲ δοχαίην
- κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς
- πρῶτα κόλων, ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαῖς·
- αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς·
- ἡ δὲ ταρασσομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδὺς
- πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὄμφαλον ἵζει·
- κράατι δ’ ἐν βάρος ἐχθρὸν, ὑπὸ κροτάφοισι δὲ παλμὸς
- πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις
- οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.
- ὡς δ’ ὁπότ’ ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην
- Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοὶ
- πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες
- ὄθμασι δινήθησαν ἔπι, σφαλεροῖσι δὲ κώλοις
- Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,
- ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.
- Τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγροὺς
- παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν,
- οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις
- πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο
- Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,