Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
  2. κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
  3. κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
  4. εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
  5. σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
  6. Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
  7. σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
  8. οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
  9. ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς