Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. φύλλα τε τηλεφίοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,
  2. ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,
  3. ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.
  4. Πολλάκι δ’ ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων
  5. κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων,
  6. τρύχνον τ’, ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.
  7. Ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς
  8. σπέρμ’ ὀλοὸν κνίδης, ἥ θ’ ἑψίη ἔπλετο κούροις·
  9. σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν