Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,
  2. τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·
  3. αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
  4. μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
  5. σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
  6. Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
  7. σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
  8. Ἔχθιστος δ’, ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,
  9. ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·