Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται
  2. φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·
  3. γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.
  4. Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα
  5. κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους
  6. ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·
  7. στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης
  8. ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.
  9. τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·