Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,
  2. πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·
  3. αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·
  4. ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.