Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει
  2. λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,
  3. ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·
  4. νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς
  5. λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.