Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·
  2. φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς
  3. μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς
  4. φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως
  5. μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.
  6. Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ
  7. λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·
  8. βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·
  9. ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.