Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.
  2. Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος
  3. σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὃ μὲν αἰθαλόεις ῥὼξ
  4. κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·
  5. γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.