Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,
  2. τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι
  3. μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι
  4. ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν
  5. οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·