Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.
  2. Ἤτοι ὅταν βροτολοιγοῦ ὑπὲκ πόντοιο χελύνην
  3. αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,
  4. τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι
  5. μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι
  6. ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν
  7. οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·
  8. ἧς ὕπο δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας
  9. δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου