Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,
  2. ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει
  3. ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου,
  4. ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν
  5. ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.