Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,
  2. δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
  3. ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου
  4. στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·
  5. πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.