Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.
  2. Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου
  3. βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ
  4. Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης