Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
- ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
- σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,
- ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
- ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.