Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις
- γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.
- Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν
- δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·
- ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον
- νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,
- ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.
- Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα
- κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο