Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς
- λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.
- Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,
- ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,
- τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·